In sanctum Antonium
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Ἀλλὰ γὰρ καὶ ἡμεῖς ἀντλοῦμεν καὶ ἡ ληνὸς ὑπερβλύζει, οἱ πίθοι γέμουσιν, «ὑπερχεῖται τὰ ὑπολήνια»· ὅσον τρέχομεν, μεῖζον τὸ στάδιον γίνεται· ὅσον ὁ πλοῦς ἀνύεται, τοσοῦτον τῆς θαλάσσης δηλοῦται τὸ ἀμέτρητον. Δεῦρο τοίνυν καὶ ἡμεῖς τὰ τοῦ Παύλου εἴπωμεν· «Ἐπιλείψει με διηγούμενον ὁ χρόνος ἐπὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυίδ τε καὶ Σα μουὴλ καὶ τῶν προφητῶν»· τούτους γὰρ ἐν αὑτῷ ὁ πατὴρ τῶν συγκροτουμένων θεάτρων ἀνέλαβε· πολλῶν γὰρ χρεία ῥημάτων καὶ ὁδηγὸς ἐγὼ τοῖς πράγμασιν, ἐπειδὴ κάμνει ὁ λόγος τὸ ἔργον ἐξηγούμενος. Ἕτερον σκιᾶς χαρακτήρ, ἕτερον ἀληθείας ἐνέρ γεια. Ἄλλο εἰκὼν καὶ ἄλλο τοῦτο οὗπερ εἰκὼν τυγχάνει τὸ δει κνυόμενον· εἰκονίζουσιν οἱ λόγοι τὸ ἔργον, ἀλλ' οὐχ οὕτως ἡ γλῶσ σα λέγει ὥσπερ ἡ χεὶρ εὐεργετεῖ. Ἕτερον φωνὴ ῥημάτων, ἕτερον ὀσμὴ κατορθωμάτων· ἐκείνη περὶ τὸν ἀέρα βρίθει, αὕτη φθάνει τὸν οὐρανὸν καὶ τοὺς ἄνω πληροφορεῖ, αὕτη τοῖς ἄνω παρίσταται.