In sanctum Antonium
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
«Ἐπιλείψει με, φησί, διηγούμενον ὁ χρόνος.» Εἰ δὲ Παῦ λον ὁ χρόνος ἐπέλιπε τὰ τῶν ἁγίων κατορθώματα λέγοντα, Παῦ λον ἐν ᾧ Χριστὸς ἐλάλει, ἐν ᾧ τὸ πλήρωμα τῆς ἐκκλησίας ἐφίκετο, θησαυρὸς γνώσεως ἀνελλιπὴς ἐκέκρυπτο– μέταλλον ἦν τῆς ἐπιστήμης, ἄνωθεν τὸν νόμον καὶ τοὺς προφήτας ἠρευνᾶτο, γλῶσ σαν εἶχεν ἐν ὅλῳ τῷ κόσμῳ καθάπερ ἐν ἑνὶ θεάτρῳ σαλπίζουσαν–, τί πράξωμεν ἡμεῖς οἱ πτωχοὶ καὶ ἐνδεεῖς; Τί πράξωμεν οἷς ὁ λόγος ἀδίδακτος, οἷς ἀσθενὴς γλῶττα, βραδὺς ὁ νοῦς καὶ ἡ καρδία ἀπαίδευτος, οἳ μήτε τὴν ἔξωθεν γνῶσιν μεμαθήκαμεν, μήτε ἐλαχίστως τὴν ἔνδον γυμναζόμεθα;