In sanctum Antonium
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Λεγέσθω περὶ Ἀντωνίου καὶ ταῦτα τῆς Ἰερεμίου προφητείας τὰ ῥήματα· «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε καὶ πρὸ τοῦ ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε»· τὴν γὰρ ἁγιωσύνην ὡς σύντροφον ἐπετήδευε. Κλῆρον ἐκ μήτρας τὴν ἁγίαν ἐκέκτητο ταπείνωσιν καὶ φιλοσοφίας ἀρχὴν τὴν σωφροσύνην τὴν διὰ Χριστοῦ ἔθετο. Δεῦρο καὶ τοῦτον ἐκ τῆς τοῦ Ἰὼβ ἱστορίας ἐνδύσωμεν τῇ κεφαλῇ τοῦ δικαίου τὸν στέφανον· «Ἄνθρωπος γὰρ ἦν ἐν χώρᾳ τῇ» κατ' Αἴγυπτον, ὄνομα Ἀντώνιος, «ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής, δίκαιος, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος» καὶ «ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν.» Ἡλίου ποίου;– Τοῦ τῆς δικαιοσύνης· ἐκείνου γὰρ ἀνατολαὶ ὑπῆρχον οἱ ἀπόστολοι, ὧν τὴν συγγένειαν Ἀντώνιος εἶχε· ἡ περιβολὴ τῆς εὐγενείας τοῦ πνεύματος καλείσθω.