Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum Antonium
HesychiusAnto 7 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Καὶ Σολομών τι περὶ τοῦ δικαίου τούτου καὶ αὐτὸς παροι- μιάσασθαι δύναται· «Μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων, ἄνδρα δὲ πιστὸν ἔργον εὑρεῖν.» Εὕραμεν τοίνυν, εὕραμεν ἡμεῖς τὸν τῷ σοφῷ ζητούμενον, ἀλλ' ὁ μὲν ἔλεγεν ἄνδρα πιστὸν εὑρεῖν, Παῦλος δὲ οὐχ οὕτως. Ἀλλὰ τί φησιν;– «Οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας», Ἀντώνιον καὶ τοὺς ἐκείνου ζηλωτὰς αἰνιττόμενος· οὗτος γὰρ τὰς βασιλείας τοῦ κόσμου, δόξαν, τιμήν τε καὶ πλοῦτον ὑπερφρονῶν κατεπάλαισεν, «ἐπέτυχεν ἐπαγγελιῶν» τοῦ μέλλοντος, «ἔφραξε στόματα λεόντων» τῶν ἡδο νῶν, «ἔφυγε τὰ στόματα μαχαίρας» τὴν ἔξωθεν σοφίαν, «ἐνεδυναμώθη ἀπὸ ἀσθενείας» τῆς ἀκρατείας, «ἐγενήθη ἰσχυρὸς ἐν πολέμῳ» τῷ πρὸς τὸν διάβολον, «παρεμβολὰς ἔκλινεν ἀλλοτρίων» τῶν δαιμόνων. «Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν» ὅσαι μητέρες ἁμαρτωλοὺς παῖδας τῷ δικαίῳ προσήνεγκαν.

Intertext edge

Open linked passage

Note