Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum Antonium
HesychiusAnto 8 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
Ἀλλὰ μὴν καὶ «ἐτυμπανίσθη», «ἐν φόνῳ μαχαίρας ἀπέθανε», «δεσμῶν καὶ φυλακῆς» «καὶ μαστίγων πεῖραν ἔλαβεν», «ἐλιθάσθη, ἐπρίσθη»· πολλῶν γὰρ ταῦτα πασχόντων δι' εὐσέβειαν, αὐτὸς πᾶσιν ὡς πατὴρ πάντων συνέπασχε· «περιῆλθεν ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι», ζηλῶν τὸν Ἠλίαν ἐν πραότητι· «ὑστερούμενος» τῇ σαρκὶ καὶ «θλιβόμενος», ὁδὸν γὰρ εἶναι τὰς θλίψεις τῆς τῶν οὐρανῶν βασιλείας ἐγίνωσκε· «κακουχούμενος», ἐπειδὴ μᾶλλον ἐβούλετο «συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ» Ἀντώνιος «ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν.» «Οὐκ ἦν αὐτοῦ ἄξιος ὁ κόσμος»· τοιγαροῦν ἔτι ζῶν ἑαυτὸν εἰς οὐρανὸν μετέστησεν. Ἔπειτα δὲ τὸ πολὺ σῶμα τῶν προφητῶν διέλθωμεν. Χριστὸς ἡ κεφαλὴ σφραγιζέτω τὰ ἐν χερσὶν ἐγκώμια, ἔτι καὶ νῦν λέγων· «ἡ βασιλεία τῶν οὐρανῶν βιαστή ἐστι καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν»· ἔτηκεν γὰρ Ἀντώνιος τὸ σῶμα, ἐχαλίνου τὴν ψυχήν, ἐκόλαζε τὰς ἡδονάς, ἀπείχετο τρυφῆς, ἀφείδετο κόρου, ὕπνῳ τοσοῦτον ὅσον ὠφελεῖν τὴν φύσιν ἐκέχρητο, βδελυκτὴν τῆς πορνείας καὶ τὴν προσηγορίαν ἐνόμιζεν, ὀλίγα τῆς γῆς ἀπήλαυσεν. Ὅλος δὲ εἰς οὐρανὸν ἦν, ὅλος τῆς ἄνω ζωῆς, ζημίαν τὰ ἐνταῦθα ἡγούμενος. Μόναις ἔζη ταῖς ἀρεταῖς, νεκρὸς ὑπάρχων τοῖς πάθεσι.

Intertext edge

Open linked passage

Note