In sanctum Antonium
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Παίγνιον εἶχε τὸν ἐχθρόν, ἐπὶ τοὺς πόδας αὐτοῦ ὁ διάβολος ἔπιπτεν. «Ἐπ' ἀσπίδα καὶ βασιλίσκον» τεθαρρηκὼς «ἀνέβαινεν, λέοντα» τὸν νοητὸν «κατεπάτει καὶ δράκοντα.» Κέρδος ἡγεῖτο τοὺς πειρασμούς, τὰς θλίψεις ἐμπορίας. Ἐνόμιζε τὴν χαρὰν ἐν τῷ πενθεῖν τὰς ἁμαρτίας, τὸν πλοῦτον ἐν τῷ πένεσθαι. Πάντα εἶχεν, ἐπειδὴ μηδὲν εἶχεν. Πάντων ἦν κύριος· οὐδενὶ γὰρ ἐδούλευε. Πάντων ὑπερεφρόνει· οὐδενὸς γὰρ ἐδέετο. Οὗ καὶ ἡμεῖς εἰς ζῆλον αὐτοῦ ἔλθωμεν ὅσοι τε ἐν τῇ πανηγύρει αὐτοῦ τῆς ἁγίας μνήμης σήμερον συνεληλύθαμεν, ὅσοι τὸν σεπτὸν αὐτοῦ βίον θαυμάζομεν καὶ ὅσοι ἐκ πίστεως τὴν μακαρίαν αὐτοῦ κοίμησιν ἐπιτελοῦσι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμή, κράτος σὺν τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.