In sanctum Lucam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Φόβῳ τοῦ σιωπᾶν μὴ ἀνεχόμενος περὶ τῆς παρούσης ἑορτῆς, εἰ καὶ λίαν εἰμὶ ἀμαθὴς τῷ λόγῳ ὁ τάλας ἐγὼ καὶ οὐκ ἀξίως ἔχων τοῦ λέγειν, ὅμως τῷ πόθῳ ἑλκόμενος τὸ χρέος κατὰ δύναμιν ἀπο δίδωμι. Ἐπειδὴ δὲ καὶ λόγων καὶ ἔργων ἅμιλλαν ὁρῶ ἐπὶ τῆς παρούσης πανηγύρεως, τῶν μὲν λόγων βιαζομένων παραστῆσαι τῶν ἔργων τὸ μέγεθος, τῶν δὲ ἔργων πάλιν φιλονεικούντων δι' ὑπερ βολὴν θαυμάτων νικῆσαι τῶν λόγων τὸ τάχος, ὅμως νίκην μᾶλλον βελτίω τὴν τοιαύτην ἡγοῦμαι, εἰ φανείην εἰς ἐπαίνους ἡττώμενος τοῦ μακαρίου Λουκᾶ, ὃς εἰς διδασκαλίαν καὶ θαύματα πᾶσαν τὴν ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς κτίσιν ἐνίκησεν.