In sanctum Lucam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Τί γὰρ εὐαγγελιστοῦ μεῖζον; Τί δὲ τῆς χάριτος ἐκείνου ἴσον, ὃς τῷ λογισμῷ πᾶσαν τὴν αἰσθητὴν κίνησιν ὑπερβαίνει, ὃς τῇ γλώττῃ τοὺς πατρικοὺς κόλπους ἠρεύνησεν, ὃς γέγονεν τοῦ ἀπορ ρήτου μυστηρίου βροντή; Ἄνθρωπος ὢν τρίπηχυς, πηλῷ συμ πεπλεγμένος, πάθεσι πυκτεύων, ὑποκείμενος νόσοις, συγκεκλη ρωμένος θανάτῳ, εἰς τὸν οὐρανὸν ἀνέβη τοῖς λογισμοῖς, εἶδε τῇ πίστει τὴν ἄναρχον γέννησιν, ἐθεάσατο τὸν Λόγον ἐκ πατρικῶν κόλπων ἀπαθῶς προελθόντα καὶ θεὸν ἐκ θεοῦ γεννηθέντα καὶ εἰς δύο θεοὺς τὴν ἄκτιστον οὐσίαν μὴ μερισθεῖσαν, εἶδε τὴν ἐπὶ θρόνου ὁμοούσιον τριάδα προσκυνουμένην, ἐν ὑποστάσεσι διῃ ρημένην καὶ φύσει ἡνωμένην, οὔτε τῆς τριάδος εἰς ἓν πρόσωπον συγκεκλεισμένης, οὔτε τῆς οὐσίας εἰς ἀριθμὸν ἐκτεινομένης. Καὶ τῶν σεραφὶμ ηὑρέθη τολμηρότερος ὁ εὐαγγελιστής· ἐκεῖνα μὲν γὰρ διὰ τὴν ἀστραπὴν τὴν ὄψιν καλύπτει, οὗτος δὲ διὰ τὴν χάριν τὴν γέννησιν ἐθεολόγησεν.