In sanctum Lucam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Πάλιν δὲ οὐρανόθεν εἰς γῆν καταβὰς καὶ ἐγκύψας τῷ φρικτῷ σπηλαίῳ, τοῖς τῆς πίστεως ὄμμασιν εἶδε μυστήριον θεοῦ τροπῆς καὶ ἀλλοιώσεως ἀνώτερον, εἶδε παρθένον ἀνύμφευτον μητέρα, εἶδε γαστέρα οὐρανοῦ πλατυτέραν, εἶδε τόκον οὐκ ἀρχὴν θεοῦ ἀλλ' ἐπιφάνειαν, εἶδε βρέφος σαρκωθέντα τὸν δημιουργὸν πάν των τῶν αἰώνων, εἶδε θεὸν ἐν δούλου μορφῇ κενωθέντα, εἶδε φάτνην μυστηρίου κλίνην, εἶδε σπάργανα οἰκουμένης λύτρα, εἶδε σταυρὸν εἰς οὐρανὸν γέφυραν, εἶδε τάφον κατὰ θανάτου ὅπ λον, εἶδε Πνεύματος ἁγίου πλοῦτον αἰώνιον καὶ ἀπερινόητον, εἶδεν εἰς Αἴγυπτον φυγόντα σαρκὶ τὸν κατέχοντα τὴν γῆν δρακί. Καὶ τὸ μὲν μυστήριον ἔλαθε τὰ σεραφίμ, ὁ δὲ εὐαγγελιστὴς τὸ θαῦμα ἐθεολόγησεν· διὰ τοῦτο Παῦλος, τῶν εὐαγγελιστῶν τὸ ἀξίωμα κηρύττων, ἐβόα· «ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποί κιλος τοῦ θεοῦ σοφία.»