Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum Lucam
HesychiusLuca 6 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Καὶ θέλεις ἰδεῖν αὐτοῦ τὴν τέχνην; Βλέπε τὸ θεῖον εὐαγγέλιον· οἱ μὲν γὰρ ἄλλοι εὐαγγελισταὶ μονότροπον ἐποιήσαντο τὴν διήγησιν. Οἷόν τι λέγω· Μαθθαῖος ἐκ τῆς κατὰ σάρκα γενεαλογίας ἤρξατο εἰπών· «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυίδ, υἱοῦ Ἀβραάμ». Ὁ Μᾶρκος καὶ αὐτὸς τὴν κατὰ σάρκα οἰκονομίαν ἐκήρυξεν εἰπών· «Ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας.» Ἰωάννης δὲ ὁ εὐαγγελικὸς ἀετός, ἡ θεολόγος λύρα, μόνην τὴν ἄναρχον καὶ ἀμάρτυρον γέννησιν ἐκήρυξεν καὶ τὴν συναΐδιον ὕπαρξιν. Καὶ ἐμφραττέσθω τῶν φιλολοιδόρων τὰ στόματα, ὅτι μόνος ἐκ μόνου ἐγεννήθη καὶ ἀμάρτυρος ἡ ἄνω γέννησις. Χρόνος μὲν γὰρ οὐ παρῆν· αὐτὸς γάρ ἐστι πάντων τῶν αἰώνων δημιουργός. Ἄγγελος οὐ παρῆν· αὐτὸς γάρ ἐστιν «ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.» Οὐρανὸς οὐ παρῆν· «Τῷ γὰρ Λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν.» Ἥλιος οὐ παρῆν· αὐτὸς γὰρ ὑπάρχει «ὁ τῆς δικαιοσύνης ἥλιος». Σελήνη οὐ παρῆν· «Σελήνην γὰρ καὶ ἀστέρας αὐτὸς ἐθεμελίωσεν.» Γῆ οὐ παρῆν· αὐτὸς γὰρ εἶπεν· «Συναχθήτω τὰ ὕδατα καὶ ὀφθήτω ἡ ξηρά.» Ἀμάρτυρος οὖν ἡ ἄνω γέννησις, θεία καὶ ἀπερινόητος, ἐπειδὴ μόνος οἶδεν ὁ Πατὴρ πῶς ἐγέννησεν, καὶ ὁ Υἱὸς πῶς ἐγεννήθη. Ὁ τοίνυν Ἰωάννης μόνος τὴν ἄναρχον γέννησιν καὶ τὴν συναΐδιον ὕπαρξιν ἐκήρυξεν.

Intertext edge

Open linked passage

Note