Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum Lucam
HesychiusLuca 9 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1
Διὰ τοῦτο ὁ προφήτης Ἠσαΐας τὸ παρθενικὸν ἐκπληττόμενος μυστήριον ἐβόα· «Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ κραυγῆς ἐκ ναοῦ» ἠκούσθη. Τί δὲ λέγεις, ὦ προφῆτα; Ἀσφαλὲς τὸ αἴνιγμα καὶ βαθὺ τὸ νόημα. «Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ» ἠκούσθη· φωνὴν τὸν Ἰωάννην καλεῖ, κραυγὴν τὰ σκιρτήματα λέγει, πόλιν τὴν Ἐλισάβετ ὀνομάζει, ναὸν τὸ σπήλαιον κηρύττει. «Φωνὴ κραυγῆς» ἠκούσθη λέγουσα· «πρὶν τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγε καὶ ἔτεκεν ἄρ σεν.» Καὶ ἔλαβεν τοῦ μυστηρίου πάντα ὁμοῦ καὶ τάχος καὶ τόκον καὶ παρθενίαν καὶ θαῦμα, ὅτι γὰρ οὐκ ἐκ μίξεως τὸ βρέφος. «Πρίν», φησίν, «ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων»· οὐκ ἔπαθε γὰρ τὰ τῆς Εὔας ἡ ἁγία Μαρία. «Ἐξέφυγε γὰρ καὶ ἔτεκεν ἄρσεν»· οὐκ ἀνέμεινε φύσεως ὅρους ἡ χάρις· ἀπρόθεσμον γὰρ τὸ τῆς οἰκονομίας μυστήριον. «Χαῖρε τοίνυν κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ»· ὁ γὰρ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοὺς τῆς φιλοξενίας ἀνέῳξε κόλπους, ἀποστόλους θαλαμεύει, εὐαγγελιστὰς τελειοῖ, ἐξ ὧν καὶ τὸν μακάριον Λουκᾶν ῥήτορα καὶ διδάσκαλον τῆς ἐκκλησίας κατέστησεν.

Intertext edge

Open linked passage

Note