Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum Procopium
HesychiusProc 10 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
«Παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς.» Ἡ φύσις μερίζεται καὶ ἡ χάρις συνάγεται· ὁ πηλὸς καθ' ἑαυτοῦ στρατεύεται, ὁ ποιητὴς δὲ παραδοῦναι τὸν πηλὸν οὐκ ἀνέχεται. Ἀλλήλοις συγκρούεται τὰ ὀστράκινα, ὅπως ἐν χρείᾳ τοῦ τροχοῦ τοῦ κεραμικοῦ γένωνται οὕτω τε τοῦ κεραμέως ἀνάμνησιν καὶ πρὸς ἀνάγκην λάβωσι. «Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου»· ἱκανὸν ὑμῖν εἰς δόξαν, αὔταρκες εἰς ἀξίωμα, οὐ μικρὸν εἰς πεποίθησιν, ὅτι παρὰ πάντων μισεῖσθε· ὁ ἐπὶ πάντων δὲ ὑμᾶς προδοῦναι οὐκ ἀνέχεται, ἀλλ' ἐπιμένει στέργων καὶ θάλπει τὴν ἀγάπην θερμότερον· «Ἔσεσθε γὰρ μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομένων εἰς τέλος, οὗτος σωθήσεται.»

Intertext edge

Open linked passage

Note