In sanctum Procopium
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Προκοπίῳ τὴν θυσίαν ὁ Χριστὸς ἐστεφάνωσε, ταῦρον αὐτὸν ἰδὼν ἄγαν εὐπρεπῆ καὶ λίαν ἀνδρεῖον καὶ τῷ πλήθει τῶν ἀρε τῶν χρυσόκερω, ἀγέλης μὲν τῆς αὐτῷ φίλης τῶν μαρτύρων πρω τεύοντα, ἀπ' ἐξουσίας δὲ τοὺς ἐχθροὺς τῆς ποίμνης κερατίζοντα, ὄψει μόνῃ καὶ φωνῇ τοὺς ἀνημέρους καὶ φονικοὺς κατακτυποῦντα λέοντας, πίστει καὶ ζήλῳ τὰς πολυστίκτους παρδάλεις τῶν δαι μόνων τροπούμενον, ἀνδρείᾳ καὶ φιλοσοφίᾳ τὰ ποικίλα τῶν θηρῶν γένη τῶν τὸν ἡμέτερον θάνατον ἐρευγομένων σκορ πίζοντα, ἔαρ ἡμῖν φαιδρὸν μετὰ τὸν κατηφῆ χειμῶνα τῆς πλάνης ἀνατείλαντα, καὶ Παύλου μὲν μαθητὴν ἀποδειχθέντα τοῖς πράγμασιν, Ἰωάννου δὲ τὴν θεολογίαν πανταχοῦ περιφέροντα, Ἠλίου τοῦ Θεσβίτου τὸ θερμὸν μιμησάμενον φρόνημα, Σα μουὴλ τὴν κλῆσιν ἐκ παιδὸς ὡς ἐκεῖνος ἀσκήσαντα, κρείττονα τοῦ Σαμψών– οὐ γὰρ ἔφθειρε τοὺς βοτρύχους τοῦ πνεύμα τος–, παράλληλον τῷ Δαυίδ, ἐπειδὴ τοῦ πολυκεφάλου Γολιὰθ τὴν κεφαλὴν ἀπέτεμεν, ἀλλὰ καὶ τοῦ Νῶε τὴν κιβωτὸν ἐν τῇ τῶν ἀρετῶν μιμησάμενον λάρνακι, ἀρνησάμενον ὡς Ἀβραὰμ οἴκου καὶ γένους καὶ πατρίδος προσπάθειαν, ὁλοκαύτωμα κα θάπερ Ἰσαὰκ πρὸ τῆς σφαγῆς τοῦ μαρτυρίου τῇ νεκρώσει γε γονότα τοῦ σώματος.