Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum Procopium
HesychiusProc 2 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Ἰακὼβ ἐπάλαισε μετὰ θεοῦ, ὑπὲρ θεοῦ δὲ Προκόπιος, καὶ τὸ τρόπαιον σεμνὸν κατὰ πᾶσαν τὴν οἰκουμένην ἀνέστησεν. Ἕνα μὲν οὖν συνέτριψε μόσχον Μωυσῆς εἰδωλόχρυσον, πολλὰς δὲ Ἰουδαίων χιλιάδας νόμου βλασφήμους ἔφθειρε· Προκόπιος δὲ οὐχ οὕτως, ἀλλ' ὅλα μὲν τῶν εἰδώλων τὰ ξόανα χωρὶς ἀξίνης κατέ τρωσεν, ἔθνη δὲ πολλὰ καὶ πόλεις καὶ χώρας προφητοφθόγγῳ γλώττῃ σαγηνεύσας τῷ Χριστῷ προσενήνοχεν. Καθαρὸς ἦν ὡς Ἐνώχ, κατὰ τὸν Ἰὼβ «ἄμεμπτος, ἀληθινὸς ὡς ἐκεῖνος καὶ δίκαιος καὶ θεοσεβὴς καὶ παντὸς πονηροῦ πράγματος ἀπεχόμε νος»· ἀληθινὸν μὲν γὰρ ἡ τῆς ὁμολογίας παρρησία συνέστησε, δίκαιον δὲ ἡ τοῦ βίου πολιτεία παρέστησε, θεοσεβῆ τὸ τέλος τῶν ἀγώνων ἐκήρυξε, «παντὸς πονηροῦ πράγματος ἀπεχόμενον» ἡ τῶν ἡδονῶν ἀποχή, ἡ τῆς γαστρὸς ἐγκράτεια, ἡ τῆς τρυφῆς ἀπόγνωσις, τὸ στενὸν τοῦ δείπνου, ἡ τοῦ σώματος νέκρωσις, ἡ πολυειδὴς καὶ πολυμερὴς καὶ πολύτροπος ἄσκησις.

Intertext edge

Open linked passage

Note