In sanctum Procopium
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Ἦν τοίνυν καθαρὸς ὡς Ἐνώχ, κατὰ τὸν Ἰὼβ ἄμεμπτος· οὐδὲν γὰρ αὐτοῦ διαβαλεῖν ἢ μέμψασθαι ὁ τὰς τῶν ἁμαρτωλῶν κατηγορίας δειπνῶν καὶ τὰς τῶν δικαίων συκοφαντίας ἐρευγό μενος ἴσχυσεν, οὐκ ἐθάρρησεν εἰπεῖν ἐπ' αὐτῷ· «Μὴ δωρεὰν τὸν κύριον ὁ Προκόπιος σέβεται;» Οὐδὲ γὰρ αὐτῷ ποίμνας προ βάτων εὐθηνουμένας ἔβλεπεν, οὐδὲ καμήλων Προκόπιος ἀγέ λας ἀχθοφορούσας ἐκέκτητο. Ὄνοι δὲ θήλειαι πόθεν νομάδες τῷ μάρτυρι; Πόθεν ζεύγη βοῶν ἀρούντων τὴν γῆν, τῷ μηδὲ βώ λακα γῆς ἑαυτῷ καταλείψαντι; Ἀλλ' οὐδὲ ταῦτα ἐπαγαγεῖν ἐθάρ ρησεν ὁ κοινὸς συκοφάντης καὶ τὴν ὑπομονὴν λοιδορή σας τοῦ μάρτυρος· «Δέρμα ὑπὲρ δέρματος, πάντα ὅσα ὑπάρχει ἀνθρώπῳ ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτείσει.» Μὴ γὰρ παίδων χορὸν ὁ μάρτυς ἢ θυγατέρων στέφανον ὑπῆρχε περικείμενος; Μὴ οἰκογενῶν τέκνα, μὴ παλλακίδων ἔκγονα, μὴ τὸ σῶμα εὐρω στοῦν εἶχεν; Οὐκ ἄρτος ἦν αὐτῷ τροφὴ καὶ τὸ ὕδωρ ποτόν; Οὐχ ἡ νηστεία συνεχής; Οὐ τὸ δεῖπνον ἀσιτίας στενότερον; Ἄβελ ὡσαύτως ἀποθανὼν τῷ Κάϊν ἐδικάζετο· καὶ τὸ σῶμα μὲν εἶχεν ἡ γῆ, ὁ οὐρανὸς δὲ τὸ στόμα, ὁ ᾅδης τὴν γλῶτταν, ὁ κριτὴς τὴν φωνήν, ὁ πηλὸς τὸν πηλόν, τὸν μαργαρίτην ὁ ἔμπορος, πλὴν ἀποθανὼν τῷ Κάϊν ἐδικάζετο. Προκόπιος δὲ οὐχ οὕτως, ἀλλ' ὑπὲρ τῶν ἐχθρῶν ἐντυγχάνει τῷ θεῷ καὶ συνίσταται, ὑπὲρ Ἑλλήνων πρεσβεύει, ὑπὲρ Ἰουδαίων παρακαλεῖ, ὑπὲρ Σαμαριτῶν μεσι τεύειν ἐπείγεται καὶ τοὺς πολεμίους εὐεργετεῖ μετὰ θάνατον καὶ τῶν παρ' αὐτοῖς κωφῶν ἀναχαλκεύει τὰ ὦτα, τοῖς τυφλοῖς καινοποιεῖ τὸν ἥλιον, τῶν χωλῶν τοὺς πόδας ἐκτείνει, καὶ θεω ροῦνται τρέχοντες οἱ τοὺς δακτύλους μὴ κινεῖν δυνάμενοι πρό τερον· λεπροὶ γὰρ ταῖς θήκαις οὐκ ἐγγίζουσιν, ἀλλὰ πρὶν μὲν προσελθεῖν τὰς φολίδας ἐκδέρονται, καθαρθέντες δὲ ὡς νυμφῶνι χορευταί, ὡς νυμφαγωγοὶ τῷ νυμφίῳ παρίστανται.