In sanctum Procopium
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Ἀλλὰ τίς ἱκανὸς κατὰ τάξιν ἐπαινεῖν τὸν Προκόπιον; Ποῖον αὐτοῦ πρῶτον τῶν ἄθλων ἀναλάβωμεν; Ποῖον δεύτερον τάξωμεν; Ποῖον τρίτον ἁρμόσωμεν; Ποῦ δὲ ὁ τέταρτος κεί σεται; Ποίαν χώραν πέμπτος εὑρήσει τὴν προσήκουσαν; Ἕκ τον αὐτῷ ποῖον ἀπαρτίσομεν στέφανον; Ποῖον ἕβδομον ἐν τοῖς βραβείοις πλέξομεν; Ὄγδοον τίνα τῆς εὐφημίας ἀναβησόμεθα κλίμακα; Ποῖον ἔνατον πύργον ἐγκωμίων χαλκεύσομεν; Τίνα τῶν λόγων δυνησόμεθα παραδραμεῖν ὡς ἔσχατον; Αἰχμάλωτον εἶχεν ἡ πλάνη τὸ γένος τὸ ἀνθρώπινον· ὁ Ἀδὰμ ἠπάτητο, ἀλλὰ τῆς ἀπάτης αἴσθησιν οὐκ ἐλάμβανεν· ὁ θεὸς οὐ θεὸς παρ' αὐτῷ, οἱ λίθοι δὲ θεοί, ὁ ποιητὴς οὐ ποιητής, ποιηταὶ δὲ τὰ ἔργα τῶν χειρῶν, τὰ τῶν δακτύλων γλύμματα, τὰ τοῦ σιδήρου μορφώματα ὅσα ἐφύσησεν ὁ χαλκεὺς καὶ ἡ χωνεία ἐκάθηρεν, ὧν ὁ ἄκμων τὴν γαστέρα ἐκοίλανεν, ἐπλάτυνεν ἡ σφῦρα τὰ νῶτα, τὸν ὦμον ἐκορύφωσεν καὶ τὸν τράχηλον ὕψωσεν, τὴν κεφαλὴν ἐχάλκευσεν καὶ κρανίον ἐπέθηκεν, ὧν ἡ γραφὶς τὴν ἀκοὴν ἐβάθυνεν καὶ τὰς ῥῖνας ἐκύρτωσε, τὰ χείλη περιέγραψε, τοὺς ὀφθαλμοὺς ἐπέγλυψε, τὰς κόρας ἐσχημάτισεν, ἔπλεξε πλοκάμους, ἐκύκλωσεν ὀφρῦς καὶ συνέθηκε βλέφαρα. Ἔνθεν ὁ ἐχθρὸς κατεσκίρτα τοῦ βίου· τὸ «Οὐ φονεύσεις» ἐπαίζετο, τὸ «Οὐ μοιχεύσεις» ἐγε λᾶτο, τὸ «Οὐ κλέψεις» ἤρτητο, τὸ «Οὐ ψευδομαρτυρήσεις» λῆρος εἶναι καὶ μῦθος ἐνομίζετο, τὸ «Οὐκ ἐπιθυμήσεις ὅσα τῷ πλησίον σου ἐστὶν» ἐχθρά τις ἦν ἐντολὴ τῷ βίῳ, καὶ ὁ νόμος ὑπῆρχε τῆς πολιτείας ἀλλότριος.