Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum Procopium
HesychiusProc 5 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Προκόπιος δὲ εἰς μέσον παρελθὼν κοινὴν παραίνεσιν ὑπο φαίνει τοῖς μεθύουσιν· «Ἄνδρες, ἀδελφοί ἐστε. Ἵνα τί ἀδικεῖτε ἀλλήλους; Τίνος χάριν ἀγνοεῖτε τοῖς ἀλλήλων ἀναιρούμενοι ξί φεσιν; Ἀνθ' ὅτου δὲ οὐκ ἴστε τοῖς οἰκείοις ἕκαστος ἢ τοῖς τοῦ γείτονος τοξευόμενοι βέλεσιν; Δότε μοι τοὺς ὀφθαλμοὺς οἱ κα τὰ γνώμην τυφλοί, μᾶλλον δὲ τοὺς πόδας οἱ τὴν διάνοιαν χωλοὶ πρῶτον ἐπιτρέψατε. Ἵνα τί τὸ θεῖον εἰδώλοις παραβάλλετε καὶ τὸν πάντων ποιητὴν ἐξομοιοῦτε τοῖς κτήνεσιν καὶ τὸν ἐμπνέοντα τὴν κτίσιν ἀψύχοις παραβάλλετε, τὸν τοῦ λόγου φυτευτὴν ἐν τοῖς ἀλόγοις τάττετε; Ἵνα τί δὲ καὶ τὴν ἀρετὴν ἀφέντες ταῖς ἡδοναῖς μεθύσκεσθε; Τὸ χρυσίον οὐχ ἡμῶν, ἀλλὰ τῆς γῆς ἣν ἐλάβομεν, καταπατεῖν εἴχομεν. Ὁ ἄργυρος κτῆμα τοῦ πηλοῦ· τί δὲ πηλὸς τὴν ψυχὴν εὐεργετεῖν τὴν λογικὴν δυνήσεται; Ὁ τῶν ἐσθημά των πλοῦτος σητῶν ἐστι τροφὴ καὶ ὀφθαλμῶν ἀπάτη εἰκῇ φαν τάζουσα καὶ βουκολοῦσα τὸν ἄνθρωπον. Οὐχὶ βύσσον ἦν ὁ πολυ θρύλητος ἐνδεδυμένος πλούσιος; Ἀλλὰ κάμινος καὶ χωνεία μελῶν καὶ τήγανον πυριφλεγὲς τῆς γλώττης τὴν βύσσον διεδέ ξατο. Οὐκ ἐσθῆτα βασιλικὴν Ἡρῴδης ἠμφίεστο; Ἀλλὰ σκώληκες μετὰ τῆς σαρκὸς καὶ τὴν στολὴν ἐδείπνησαν. Πόσους ὁ Φαραὼ χιτῶνας χρυσοπορφύρους ἐκέκτητο; Ἀλλὰ γυμνὸς ἐν τῷ πελάγει τῷ ἐρυθραίῳ θάπτεται. Σὺ δὲ εἰ πορφύ ρας ἐπιθυμεῖς, τὴν σωφροσύνην ἄσκησον. Εἰ μέλει σοι βύσσου, δικαιοσύνην κατόρθωσον. Γυμνάζου τὴν ὑπομονήν· βασιλικὸν γὰρ ὑπάρχει περιδέραιον. Ἐργάζου τὴν ἐλεημοσύνην· ὁ γὰρ ταύτης ἱστὸς ἐπὶ τῆς γῆς μὲν ὑφαίνεται, ἐν οὐρανῷ δὲ τέμνεται. Εἰ σπεύ δεις τὸν ὑψηλὸν τῇ κεφαλῇ περιδήσασθαι στέφανον, μετέρχου τὴν ταπείνωσιν· οὐδὲν γὰρ ταύτης ἐνδοξότερον παρὰ τῷ θεῷ τέτακται· ὑπὲρ τούτου μήτε πειρασμοὺς φεῦγε μηδὲ κινδύνους εὐλαβοῦ μηδὲ τοὺς ἱδρῶτας παραιτοῦ μηδὲ δειλία τὸν θάνατον.

Intertext edge

Open linked passage

Note