Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum Procopium
HesychiusProc 6 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Μὴ φεῦγε πειρασμούς· «Μακάριος γὰρ ἀνήρ, ὃς ὑπομένει πειρασμόν.» Μὴ παραιτοῦ διωγμούς, ἐπειδὴ «Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Μὴ εὐλαβοῦ κίνδυνον· «Κίνδυνοι γὰρ ᾅδου εὕρο σάν με, καὶ τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην», φησὶν ὁ Δαυίδ, καὶ ὡς σύμμαχος ἐξ οὐρανῶν ἀπήντησεν. Μὴ δειλία τὸν θάνατον· ἄρτι γὰρ ψαλλούσης τῆς ἐκκλησίας ἀκήκοας «Τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ», καὶ σφόδρα εἰκό τως. Ὁ γὰρ σῖτος πρὸ τοῦ θέρους, αὐτῷ θαρρεῖν οὐδαμῶς ὁ γεωργὸς ἀνέχεται, ἐπειδὴ καὶ βροῦχον ὑφορᾶται καὶ τὴν ἀκρίδα δέδοικε, τὴν ἐρυσίβην πεφόβηται, τὰς βολὰς ὑποπτεύων τῆς χαλά ζης οὐ παύεται, τῆς ἀνεμοφόρου πληγῆς ἀγωνιᾷ τὰ τραύματα· ὅταν δὲ ὁ σῖτος τῇ δρεπάνῃ ληφθῇ καὶ ὑπὸ τὴν χεῖρα τοῦ θερίζον τος γένηται καὶ προστεθῇ τοῖς δράγμασι καὶ ταῖς ἁμάξαις σὺν τῇ καλάμῃ βασταχθῇ καὶ καταλάβῃ τὴν ἅλωνα καὶ τὸ πτύον ἀνα βῇ καὶ λικμηθεὶς ἔσω τῆς ἀποθήκης ἐσφραγισμένος φυλάττηται, τότε ἐπ' αὐτῷ θαρρεῖ καὶ ὡς πλουτήσας εὐφραίνεται, ὡς οὐ μάτην κοπιάσας σεμνύνεται· καὶ ποτὲ μὲν ἀποθήκας ἀνοί ξει καὶ τὰ κλεῖθρα χαλάσει καὶ τὰς θύρας ἀναπετάσει, προσδέ ξεται· ποτὲ δὲ τὸν σῖτον εἰς μέσον προθεὶς μεταξὺ τῶν ἐμπόρων, ἐπὶ τοῖς πόνοις τῶν χειρῶν τῶν οἰκείων καυχήσεται. Τὸν αὐτὸν δὴ τρόπον ὁ τοῦ γένους σπορεύς, ὁ γεωργὸς τοῦ ἡμετέρου φυρά ματος, οὐ θαρρεῖ τῷ Ἀδάμ, πρὶν ἂν αὐτὸν ἀπὸ γῆς μετατεθέντα θεάσηται, πρὶν τοὺς πειρασμοὺς διαβῇ, πρὶν τῶν κινδύνων τῶν ὑπὲρ φιλοσοφίας διϊππεύσῃ τὸ στάδιον.

Intertext edge

Open linked passage

Note