Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum Procopium
HesychiusProc 7 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Ὅταν δὲ ἀποδημήσῃ τῆς γῆς, τότε ἐπ' αὐτῷ χαίρει καὶ θαρ ρεῖ καὶ σεμνύνεται καὶ λέγει πρὸς αὐτόν· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ.» Τότε προστίθησι· «Εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.» Τότε προσφωνεῖ· «Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου.» Τότε τῇ πείρᾳ τῶν ἀγαθῶν παρίστησιν ὅτι «τοῖς ἀγα πῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν»· εἴτε θλῖψις πο λιορκεῖ τὸν ἄνθρωπον, εἴτε στενοχωρία συνέχει τὸν πιστόν, εἴτε κατέχει γύμνωσις, εἴτε κυκλοῦσι κίνδυνοι, εἴτε ἠκόνηται μάχαιρα, οὐδὲν τούτων χωρίσαι τοῦ Χριστοῦ τὸν πιστόν, οὐδὲν ἀφορίσαι τὸν στρατιώτην τοῦ βασιλέως δυνήσεται. Εἰ μὲν γὰρ θλῖψις πολιορκεῖ, τὸν Χριστὸν πρύτανιν τῆς χαρᾶς θεωροῦντες εὐφραίνονται· εἰ δὲ στενοχωρία συνέχει, πρὸς τὸν διδάσκαλον ἀφορῶντες πλατύνονται· εἰ δὲ διωγμὸς ἔγκειται, τὸν οὐρανὸν προσδοκῶντες τῆς γῆς οὐ φροντίζουσιν, ἀλλ' ὥστε μὴ προσκόψαι τοὺς πόδας ἀσφαλίζονται· εἰ δὲ λιμὸς ἐπίκειται, τὸν ἄρτον τῆς ζωῆς ψηλαφῶντες χορτάζονται· εἰ δὲ κατέχεται γύμνωσις, ἐνδέδυνται τὸ πνεῦμα, τὴν χάριν περιβάλλονται καὶ τῶν ἐσθημάτων εἰκότως οὐ φροντίζουσιν· εἰ δὲ ἠπείληται κίν δυνος, τὸν στρατηγὸν ἴσασι, τὸν συμμαχοῦντα γινώσκουσι καὶ τοῦ λόγου χαλινῶσαι τὴν παρρησίαν εἰκότως οὐκ ἀνέχονται· εἰ δὲ ἠκόνηται μάχαιρα, ἡ γλῶσσα σιωπᾶν οὐδὲ τυθεῖσα ἀνέχεται· εἰσὶ δὲ πρὸς ἕκαστον τῶν ἐπιόντων ἕτοιμοι ὡς ἄρνες ἄκακοι καὶ ἀκέραια πρόβατα καὶ ἀμνοί, σὺν ἡδονῇ τὸ τοῦ ποι μένος ὑποδεχόμενοι πρόσταγμα· «Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων», τουτέστιν θαρρεῖτε καὶ πορεύεσθε, σπεύδετε τάχος, τὰ ἔθνη συναγάγετε, τὰς ἀγέλας αὐξήσατε, τοὺς λύκους θορυβήσατε, τὴν τοῦ ποιμένος ἐπιδείξασθε δύναμιν.

Intertext edge

Open linked passage

Note