In sanctum Procopium
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Οὐκ ἐστὲ τοῦ Μωυσέως ἐλάττονες οὐδέ γε Ἰερεμίου δεύ τεροι οὐδὲ χάριν τοῦ Ἰεζεκιὴλ ἐπιστεύθητε χείρονα. Μεθ' ὑμῶν ὁ τὸν Ἠλίαν πέμψας· οὗτος ἀποστελεῖ καὶ ὑμᾶς ὡς τῶν προφη τῶν ἕκαστον. Ὁρᾶτε τοίνυν τίς μὲν ὁ Μωυσῆς καὶ πρὸς τίνας ἐπέμπετο, οἷον δὲ τὸ ὑψωθὲν παρ' ἐκείνου καὶ κατορθωθὲν τρό παιον· γυμνὸς ὁ νομοθέτης ἦν καὶ πρὸς προσωπολήπτας ἐπέμ πετο, ἀλλ' ἡ τοῦ γυμνοῦ ῥάβδος τὰ τῶν ὁπλιτῶν ὑποτάττει καὶ χειροῦται στρατόπεδα· ὑμεῖς δὲ ἀντὶ πανοπλίας τὴν ἑξῆς ἐντολὴν θωρακίσασθε· «Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί»· καλὸν μὲν τὸ φρόνιμον, θαυμαστὸν δὲ ὡσαύ τως τὸ ἀκέραιον, ἀλλὰ πρὸς ἑκατέρῳ συναπτόμενον τὸ ἐπωφελὲς καὶ τὸ χρήσιμον κέκτηται· καὶ οὔτε ἡ φρόνησις γυμνὴ οὔτε ἡ ἀκεραιότης ψιλὴ δικαιῶσαι δύναται καὶ διασῶσαι τὸν ἄνθρωπον καὶ τούτου χάριν δεῖ τὸ τῶν ὄφεων φρόνιμον καὶ τῶν περιστερῶν ὁμοῦ τὸ ἀκέραιον κτήσασθαι. Ὁ μὲν γὰρ ὄφις φρόνιμος, οὐκ ἔστι δὲ ἀκέραιος, καὶ τὸ θηρίον εἰκότως θεωρεῖς ὡς ἰοβόλον ἀπό βλητον· ἡ περιστερὰ μόνον ἐστὶν ἀκέραιος καὶ διὰ τοῦτο πᾶσιν εἰς ἐπιβουλὴν εὔκολος. Ὑμεῖς τοίνυν τὸ ἀκέραιον τῷ φρονίμῳ κεράσατε καὶ γίνεσθε ἀκέραιοι τὰ βιωτικά, τὰ πνευματικὰ φρό νιμοι. Ἐὰν ἀγρὸν ἀγοράζῃς ἢ πωλῇς ἤ τι συναλλάττῃς τῶν βιω τικῶν ἕτερον, τὸ ἀκέραιον μέτελθε· τὰ γὰρ ἀδικεῖσθαι τοῦ ἀδικεῖν λαμπρότερον, τὸ περιγράφεσθαι τοῦ περιγράφειν ἐπικερδέστερον τοῖς τὰ οὐράνια κερδαίνειν ἢ τὰ γήϊνα θέλουσιν. Ἐὰν δὲ τὸν νόμον μελετᾷς, ἐρεύγου τότε τὴν φρόνησιν καὶ ζήτει τῶν γεγραμμένων τὸν σκοπόν, τοῦτο μὲν πῶς, ἐκεῖνο δὲ ἀνθ' ὅτου, τί τὸ γράμμα βούλεται τοῦ νόμου, τί τὸ πνεῦμα τῆς προφητείας ἐντέταλται, πότερον ὁ λόγος ἁπλοῦς, πότερον ἐν παραβολαῖς ὁ τῆς διδασκαλίας ὑποτίθεται κάλαμος. Προσέχετε δὲ ποῖα μετὰ τούτων ἕτερα συνθήματα τῆς ὑπὲρ τοῦ πέμποντος στρατιᾶς τε καὶ στρατηγίας λαμβάνετε.