In sanctum Stephanum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
Τί δαὶ καὶ Μωυσῆς; Οὐχὶ τοῖς εἰρημένοις παρὰ Στεφά νου καὶ αὐτὸς συμψηφίζεται; Οὐ ταύτας ὑμῶν κατέγραψεν τὰς ἀράς, αἵπερ αὐτῇ πείρᾳ νῦν εἰς ἔργον ἐξέβησαν, καὶ πᾶσι τὰς αἰ τίας ὁρᾶν ὅθεν εἰσὶν ἐξενεχθεῖσαι παρέχουσι; Παρατιθέσθω τοῖς Μωυσέως ῥήμασιν τὰ συμβάντα τῷ λαῷ τῶν Ἰουδαίων τραύματα. Πρὸς λέξιν αὐτὰ ζητῶν, εὑρήσεις ὡς ἐκβέβηκεν οὐ δὲν οὐδαμοῦ μικρὸν ἢ μέγα ψευσάμενα. «Καὶ ἐὰν μετὰ ταῦτα πορεύεσθε πλάγιοι»· οὐδέποτε γὰρ εὐθῆ πρὸς τὸν θεὸν τὴν καρδίαν ἐκτήσαντο· πολὺ δὲ μᾶλλον ἐν τοῖς χρόνοις τοῖς ὕστερον, ἐν οἷς τὴν κλῆσιν τοῦ Χριστοῦ ἐπλαγίαζον. Διόπερ καὶ ἐπήγαγεν· «Καὶ ἐὰν μὴ βούλεσθε ὑπακούειν μου»– οὐ τοίνυν τοῦ Χριστοῦ καλοῦντος ὑπήκουσαν–, «προσθήσω ὑμᾶς πληγὰς ἑπτὰ κατὰ τὰς ἀνομίας ὑμῶν.» Ἐπειδὴ γὰρ ἠρνήσαντο τὰς ἑπτὰ χορη γίας τοῦ πνεύματος, εἰς ἑπτὰ πληγὰς αὐτοῖς τὰ ἑπτὰ γίνεται τῆς πονηρίας πνεύματα, ἅπερ εἰσελθόντα κατῴκησεν ἐν αὐτοῖς· καὶ γέγονεν αὐτῶν τὰ ἔσχατα χείρονα τῶν πρώτων.