In sanctum Stephanum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
«Καὶ ἀποστέλλω ἐφ' ὑμᾶς τὰ θηρία τῆς γῆς.» Τὰ ἔθνη λέγει· θηρία γὰρ πρότερον διὰ τὴν ἀγνωσίαν ἐτύγχανον, ὅτι ἐν εἰκόνι θηρίων καὶ τετραπόδων καὶ ἑρπετῶν τὸ θεῖον ἐθρή σκευον. Οἷς ἐπαρώμενος ὁ Δαυὶδ ἔλεγεν· «Ὅμοιοι αὐτοῖς γέ νοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς.» Ταῦτα νῦν αὐτοῖς ὁ θεὸς τὰ ἔθνη ἐπαπέστειλεν, τὰ ἑξῆς εἰρη μένα τῷ νομοθέτῃ πράσσοντα· «Καὶ κατέδεται ὑμᾶς, καὶ ἀνα λώσει τὰ κτήνη ὑμῶν, καὶ ὀλιγοστοὺς ποιήσει ὑμᾶς· καὶ ἔρημοι ἔσονται αἱ ὁδοὶ ὑμῶν.» Τούτων γὰρ ἕκαστα αὐτοῖς, κατὰ τὸ αἰ σθητὸν καὶ κατὰ τὸ νοητόν, ὑπὸ τῶν ἐθνῶν κυριευθεῖσιν, γε γένηται.