Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum Stephanum
HesychiusStep 12 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Οὐ μὴν μέχρι τούτου τὰς διὰ Μωυσέως ἀπειλὰς ὁ θεὸς τῷ λαῷ τῶν ἀγνωμόνων ἔστησεν, ἀλλὰ τῶν εἰρημένων χαλεπω τέρας καὶ μείζονας. Φησὶ γάρ· «Γυναῖκα λήψῃ, καὶ ἀνὴρ ἕτε ρος ἕξει αὐτήν. Οἰκίαν οἰκοδομήσεις, καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ· Ἀμπελῶνα φυτεύσεις, καὶ οὐ τρυγήσεις αὐτόν. Ὁ μόσχος σου ἐσφαγμένος ἐνώπιόν σου, καὶ οὐ φάγῃ ἐξ αὐτοῦ.» Πολλά τε τούτοις ἐπαπειλήσας ἕτερα, τὴν αἰτίαν ἐξ ἧς ταῦτα οὐκ ἔκρυψεν, ἐπιφέρει δὲ αὐτὴν μετὰ πλήθους ἀπειλῶν, αἳ ταῖς ἔναγχος ἡμῖν εἰρημέναις ἐζευγμέναι τυγχάνουσιν· «Καὶ ἔσται σου ἡ ζωὴ κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου· καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτός, καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου. Τὸ πρωῒ ἐρεῖς·" 3Πῶς ἂν γένοιτο ἑσπέρα;" 3 Καὶ τὸ ἑσπέρας ἐρεῖς·" 3Πῶς ἂν γένοιτο πρωΐ;" 3 καὶ ἀπὸ τοῦ φόβου τῆς καρδίας σου, ἃ φοβηθήσῃ, καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου, ὧν ὄψῃ.»

Intertext edge

Open linked passage

Note