Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum Stephanum
HesychiusStep 13 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1
Ἄκουε τοίνυν τούτων τὸ πέρας· ἄκουε καὶ τὴν ἔκβασιν, καὶ μὴ μέμφου Στεφάνῳ δημηγοροῦντι τῷ νόμῳ καὶ τοῖς προ φήταις σύμφωνα. «Γυναῖκα λήψῃ»· τὴν ἀρχαίαν διαθήκην, «καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν»· ὁ λαὸς γὰρ αὐτὴν ὁ ἐξ ἐθνῶν ἐκτήσατο. «Οἰκίαν οἰκοδομήσεις, καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ.» Τὸν ναὸν εὔδηλον· ὁρᾷς γὰρ καταπεπτωκ. «Ἀμπελῶνα φυτεύσεις, καὶ οὐ τρυγήσεις αὐτόν»· οὐδὲ γὰρ σταφυλὴν ἀλλ' ἀκάνθας ἐποίησεν. Ἢ καὶ τὴν ἄμπελον τὴν τοῦ Χριστοῦ νοήσωμεν· ἐξ αὐτῶν γὰρ ἦν ὁ Χριστός, ἡ τῆς ζωῆς τῆς ἡμετέρας ἄμπελος· ἀλλ' ἡμεῖς αὐτοῦ τὴν σταφυλὴν τρυγῶμεν, ἡμεῖς τὸν οἶνον κιρνῶμεν, ἡμεῖς τὸ γλεῦκος πίνομεν. «Ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον σου, καὶ οὐ φάγῃ ἐξ αὐτοῦ»· αὐτῶν γὰρ ἡ τοῦ Χριστοῦ θυσία, αὐτοὶ τὸν ἐξ οὐρανῶν μόσχον εἰς τὸν βωμὸν ἀνήγαγον, ἀλλὰ καὶ ἡμῶν τὸ δεῖπνον, ἡμετέρα ἡ τράπεζα.

Intertext edge

Open linked passage

Note