Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum Stephanum
HesychiusStep 14 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1
Καὶ τίνος χάριν; Ἐπειδήπερ ἀπιστίαν ἐνόσησαν, ἀντὶ γνώσεως ἀγνωσίαν προσήνεγκαν, ἐν καιρῷ θεολογίας εἰς βλα σφημίαν ὠλίσθησαν. Ἔδυσαν τὴν παστάδα καὶ τὸν νυμφίον οὐκ ἐδέξαντο, τὸν γαμικὸν νυμφῶνα ἐστεφάνωσαν καὶ τὸν γά μον ἠρνήσαντο· καὶ πραττομένου τοῦ σταυροῦ, τὰ στοιχεῖα ἐσα λεύοντο, αὐτοὶ δὲ οὐ μετεβάλλοντο. Τοῦτο γάρ ἐστιν ὅπερ ἑξῆς ἐπήγαγεν· «Καὶ ἔσται σου ἡ ζωὴ κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου.» Τίς ἡ ζωή; Χριστὸς λέγων· «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια.» Καὶ ποῦ κρέμαται; Ἐπὶ τοῦ ξύλου τοῦ σταυροῦ. Ὁ γὰρ τὴν γῆν λόγῳ κρεμάσας ἐπὶ τοῦ ξύλου κρέμαται, ἐν ᾧ βαστάζεται βαστάζων, ἐν ᾧ κρέ μαται κρεμνῶν, ἐν ᾧ ὑψοῦται ὑψῶν· «Ὅταν γὰρ ὑψωθῶ», φησίν, «πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» «Καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτός, καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου.» Οὐκοῦν αἰτία τοῦ φόβου ἡ ἀπιστία γεγένηται.

Intertext edge

Open linked passage

Note