In sanctum Stephanum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
«Φοβηθήσῃ ἡμέρας καὶ νυκτός»· ἡμέρα γὰρ ἡ αὐτὴ καὶ νύξ, διὰ τὸ «Κατὰ πᾶσαν τὴν γῆν σκότος ἀπὸ ὥρας ἕκτης ἐτύγχανεν.» Ὅθεν ὁ Ζαχαρίας ἀπορεῖ τί χρὴ μᾶλλον αὐτὴν ὀνομάζειν, τί προσῆκον καλεῖν, πότερον ἀπὸ τοῦ συμβάντος σκό τους ἢ ἀπὸ τοῦ νόμου τῆς ἡμέρας τοῦ σταυροῦ τὸν καιρὸν ὀνο μάζεσθαι. Οὕτω τοίνυν φησίν· «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκ ἔσται φῶς· καὶ ψῦχος καὶ πάγος ἔσται. Ἡμέρα με γάλη ἐστίν, γνωσθήσεται τῷ κυρίῳ. Οὐχ ἡμέρα οὐδὲ νύξ· καὶ ἔσται τὸ πρὸς ἑσπέραν ἔσται φῶς. Καὶ ἐξελεύσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὕδωρ ζῶν ἐξ Ἰερουσαλήμ· τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θά λασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην.» Αἰσθητῶς δὲ ταῦτα καὶ νοητῶς συνέβαινεν.