Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum Stephanum
HesychiusStep 16 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
16.1
«Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκ ἔσται φῶς»· ὁ μὲν γὰρ ἥλιος μέσον ἡμέρας ἔδυνεν· σκότος δὲ καὶ ἀγνωσία ταῖς τῶν Ἰουδαίω καρδίαις ἐκκέχυτο. «Ψῦχος καὶ πάγος ἔσται.» Μαρτυρεῖ δὲ ὁ Πέτρος, παρὰ τὴν ἀνθρακιὰν διὰ τὴν ἀκμὴν τῆς ὥρας τοῦ χειμῶνος θερμαινόμενος. Ἀλλὰ πρὸς τοῦτο ψῦχος καὶ πάγος ἦν, ἐπειδὴ ψυγεῖσα τότε μάλιστα τῶν Ἰουδαίων ἦν ἡ πρὸς τὸν θεὸν ἀγάπη· οὐ γὰρ ἂν τὸν ἐλθόντα παρ' αὐτοῦ σω τῆρα καὶ λυτρωτὴν ἐσταύρωσαν. «Ἡμέρα μεγάλη ἐστίν.» Πῶς γὰρ οὐ μεγάλη, ἐν ᾗ ὁ Ἀδὰμ ἀνεπλάσθη, ἡ ἁμαρτία κατηργήθη, κατελύθη ὁ θάνατος, ἀπέλαβεν τὸ σκεῦος ὁ κερα μεύς, τὸ πρόβατον ὁ ποιμήν, τὸν μαργαρίτην ὁ ἔμπορος; «Γνωσθήσεται τῷ θεῷ.» Πῶς γὰρ ὁ πάντα εἰδὼς ἐκείνην τὴν ἡμέραν οὐκ ἐπιγνώσεται μάλιστα, ἐν ᾗ τὸν υἱὸν τὸν μονογενῆ πρὸς θυσίαν ἐκδέδωκεν; «Οὐχ ἡμέρα οὐδὲ νύξ», ἐπειδὴ δρόμος ἡμέρας οὐχὶ νυκτὸς ἐτύγχανεν. «Πρὸς ἑσπέραν ἔσται φῶς»· ἡνίκα μετὰ τὴν ἐνάτην ὥραν τὸ σκότος ἐπαύ σατο. Οὐκοῦν ἡ αὐτὴ καὶ νὺξ ἄρα καὶ ἡμέρα ἐγένετο.

Intertext edge

Open linked passage

Note