In sanctum Stephanum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1
«Καὶ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἰερουσαλήμ.» Πόθεν; Ἐκ τῆς πλευρᾶς τῆς ζωῆς· ὅθεν γὰρ ἡ Εὔα ἀνεπλάσθη, ἐκεῖ θεν εἰκότως ἡ ἐκκλησία πλάττεται. «Τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην.» Δηλαδὴ τοῦ βαπτί ματος. «Καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην.» Τῆς μετα νοίας εὔδηλον. Τὰ γὰρ τῆς μετανοίας δάκρυα λείψανον τῆς δωρεᾶς ὑπάρχει τοῦ βαπτίσματος, ἀπόδειξις δὲ σαφής· ὁ μὴ βαπτισθεὶς μάτην μετανοεῖ, ἐὰν μὴ δραμὼν βαπτισθῇ· μά την θύει τὴν προσευχήν, μάτην αἰτεῖ συγγνώμην, μάτην πηγά ζει δάκρυα. Χωρὶς γὰρ βαπτίσματος ἄφεσις ἁμαρτημάτων οὐ πράττεται. Ὁ δὲ βαπτισθεὶς οὗτος ἐνεργὸν τὴν μετάνοιαν κέκτη ται· δακρύει καὶ λέλυται· στενάζει καὶ πενθεῖ καὶ προσεύ χεται, καὶ παραχρῆμα καθαίρεται.