In sanctum Stephanum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1
Ἀλλὰ γὰρ ὅπως ἐκβαίνει καὶ τὰ λοιπὰ τῆς τοῦ νόμου προ αγορεύσεως ἄκουε· «Τὸ πρωῒ ἐρεῖς·" 3Πῶς ἂν γένοιτο ἑσπέρα;" 3 Καὶ τὸ ἑσπέρας ἐρεῖς·" 3Πῶς ἂν γένοιτο πρωΐ;» Πόθεν; «Ἀπὸ τοῦ φόβου τῆς καρδίας σου, ἃ φοβηθήσῃ, καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου, ὧν ὄψῃ.» Ἐπειδὴ τῶν σημείων καὶ τῶν θαυμάτων ἕνεκα, ἃ κατὰ τὸν καιρὸν τοῦ σταυροῦ ὑπῆρχε πραττόμενα, σειομένης τῆς γῆς, τοῦ ἡλίου φεύγοντος, κρυπτο μένου τοῦ οὐρανοῦ, σχιζομένων τῶν πετρῶν, ῥηγνυμένου τοῦ κατα πετάσματος, ἀνοιγομένων τῶν μνημάτων, δειλιῶντες καὶ ταρατ τόμενοι, λέγειν εἰκότως πρὸς ἀλλήλους ἠναγκάζοντο· «Πῶς ἂν γένοιτο ἑσπέρα;» ἵνα καθέλωμεν τὴν ζωὴν ἀπὸ τοῦ σταυροῦ, κρύψωμεν εἰς γῆν τὸν ἐξ οὐρανοῦ, συστείλωμεν ἐν τάφῳ τὸν ἀθάνατον, ἐκ μέσου τὸ θαῦμα ποιήσωμεν, ὅθεν ἡμῖν τὰ τηλι καῦτα φόβητρα.