In sanctum Stephanum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1
Ἀλλὰ καὶ ταῦτα πράξαντες, οὐδὲν ἀπώναντο τοῦ σκοποῦ· εἰς τοὐναντίον δὲ αὐτοῖς τὸ ἐγχειρηθὲν γίγνεται. Καὶ διὰ τοῦτο ἔλεγον τὸ ἑσπέρας· «Πῶς ἂν γένοιτο πρωΐ;» Ἐπειδὴ φοβερὰ πάλιν τὰ ἐν τῇ νυκτὶ τῆς ἀναστάσεως τελούμενα θαύματα, ἐπειδὴ νυμφῶνα τὸν τάφον ἑώρων, ἐσφραγισμένον τὸ μνῆμα καὶ τὸν νεκρὸν μετὰ ζωῆς ἐκτρέχοντα, τοὺς στρατιώτας νε κρ, τὰς γυναῖκας μυροφορούσας, ἀγγέλους τὰς ὀθόνας φυλάττοντας, ἄλλον ἐπὶ τοῦ λίθου καθεζόμενον τῆς ἀνα στάσεως κήρυκα, τότε ἔλεγον· «Πῶς ἂν γένοιτο πρωΐ;» ἵνα παράσχωμεν τοῖς στρατιώταις ἀργύρια, ἵνα τὸν Πιλᾶτον δια φθείρωμεν, ἵνα κλέψωμεν ἀπάτῃ τὴν ἀλήθειαν, ἵνα φημίσωμεν «ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτόν, ἡμῶν κοιμωμένων».