In sanctum Stephanum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1
Στέφανος δὲ καιρὸν διδασκαλίας εὑρών, πολλὰ μὲν ὅσα σωτήρια τοῦ δήμου ταῖς ἀκοαῖς ἐξέχεεν, συμπέρασμα δὲ τῆς ῥητορείας ἐπήγαγεν, αὐτῷ τε λέγειν, ὡς ἀληθείας μάρτυρι, κἀ κείνοις ἀκούειν, ὡς θεομαχεῖν ὡρμημένοις καὶ τὴν τοῦ πνεύ ματος νοσοῦσιν ἀντιλογίαν, πρόσφορον· «Σκληροκάρδιοι καὶ ἀπε ρίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς.»