In sanctum Stephanum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1
Καὶ πῶς ἐν ἀρχῇ λέγεις· «Ἄνδρες ἀδελφοὶ καὶ Πατέρες, ἀκούσατέ μου»; «Ἐκεῖνα», φησίν, «τῆς τοῦ Ἀβραὰμ εὐγενείας, ταῦτα δὲ τῆς τούτων πονηρίας. Ἐκεῖνα τῆς ἀγαθῆς ῥίζης, ταῦτα τῶν πονηρῶν κλάδων. Ἐκεῖνα τῆς ἀγέλης τὸ ἐπίσημον δείκνυσιν, ταῦτα τῶν πολλῶν τὸ ἄτακτον, τὸ σκληρόν, τὸ ἀχα λίνωτον.» Πρὸς ἐκεῖνο τὸ προοίμιον Ἠσαΐου προέτρεπεν· «Εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ἡμᾶς καὶ βδελυσσομέ νοις, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ.» Πρὸς τουτὶ δὲ τὸ πέρας αὐτοὶ καὶ παρὰ γνώμην ἀναγκάζουσιν τὸν λόγον· «Ἀδελφοὺς ἐκάλεσα, πατέρας προσηγόρευσα, μή τις οἰηθῇ καθάπερ ἐχθρῶν κατηγορεῖν, ὡς πολεμίων ἐλέγχειν. Σκ ηροκαρδίους δὲ τοὺς αὐτοὺς καὶ ἀπεριτμήτους προσεφώνησα, ἐπειδὴ τῆς συγγενείας προτιμᾶν δεῖ τὴν ἀλήθειαν καὶ μήτε φίλων μήτε ἀδελφῶν μήτε πατέρων μήτε ἄλλων οἰκείων, ἡνίκα παρανομοῦσιν, φείδε σθαι.»