Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum Stephanum
HesychiusStep 23 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1
Οὐ μὴν ἐκαρτέρουν οἱ παῖδες τῶν Ἰουδαίων ταῦτα τὰ ῥή ματα, ἀλλὰ τοὺς ὀδόντας καθάπερ θῆρες ἔβρυχον, ἔτι ῥητορεύοντα τὸν Στέφανον καταπιεῖν ἐπειγόμενοι. «Ἔβρυχον τοὺς ὀδόντας.» Περὶ γὰρ αὐτῶν εἴρητο· «Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.» Στέφανος δὲ οὐ πρὸς αὐτούς, ἀλλὰ πρὸς τὸν θεὸν τοὺς ὀφθαλ μοὺς εἶχεν, καὶ τῆς γῆς ἀφέμενος εἰς τὰς αὐλὰς τῶν οὐρανῶν ἠπείγετο, καὶ λαμπρᾷ τῇ φωνῇ «Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγότας» ἐκήρυττεν. Τουτέστιν· τὸ κέρδος κοινόν, ἡ ὁδὸς πᾶσιν εὐτρεπής, ἡ πύλη τοῖς εἰσελθεῖν βουλομένοις ἀνέῳ κται. Ὁ ἀνδρεῖος συντόνως ἀθλείτω· ὁ γνήσιος ὁπλίτης νῦν χρη σάσθω τοῖς ὅπλοις, νῦν ἐνδειξάσθω τῆς ῥώμης τὸ μέγεθος. Ὁ γὰρ ἀγωνοθέτης ἐφορᾷ· τοὺς στεφάνους καὶ τὰ βραβεῖα διανέμων ἐφέστηκεν.

Intertext edge

Open linked passage

Note