In sanctum Stephanum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1
«Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγότας.» Καὶ τίς ὁ ἀνοίξας, οὐκ ἀφῆκεν ἀγνοεῖν τὸν εἰδέναι βουλόμενον. Καὶ διὰ τοῦτο κέκραγεν· «Καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δε ξιῶν τοῦ θεοῦ», τὸν θεὸν Λόγον τὸν σαρκωθέντα λέγων. Ἀφ' οὗ γὰρ ὁ υἱὸς τοῦ θεοῦ υἱὸς ἀνθρώπου γεγένηται, ἀφ' οὗ ὁ ἐκ Πα τρὸς αὐτὸς ἐκ παρθένου ἐνέστη τῇ γῇ καὶ τοῖς οὐρανοῖς ὅριον, περιῄρηται τῆς ἔχθρας τὸ μεσότοιχον, ἐκποδὼν ὁ φραγμός, κοινὰ τοῖς ἀγγέλοις καὶ τοῖς ἀνθρώποις τὰ τῆς πολιτείας, ἐὰν οἱ ἄνθρωποι βούλωνται. Ἔξεστιν ἐπὶ γῆς οὖσιν ἐν οὐρανῷ στρατεύε σθαι, κάτω τῇ σαρκὶ τυγχάνειν, ἄνω παρεῖναι τῷ πνεύματι, εἶναι μετὰ τοῦ πηλοῦ τῷ πηλῷ, μετὰ δὲ τοῦ θεοῦ τῷ νῷ.