In sanctum Stephanum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1
Ἀλλὰ ποῖον ἐλάμβανεν τῆς τελευτῆς ἐφόδιον; Προσευχὴν καὶ τὸ ἐκ ταύτης θυμίαμα· καὶ τὴν σάρκα ἐκδυόμενος τὴν προσευχὴν ἐνεδύετο. Τί δὲ ἦν ἡ προσευχή; «Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου», τουτέστιν· Σὺ λάβε τὸ σόν· ἣν ἔδωκας παραθήκην ἀνάλαβε· ὃν ἐπίστευσας μαργαρίτην ὑπόδεξαι· ὃ κατ' εἰκόνα σὴν ἔχω, τοῦτο πέμπω πρὸς σέ. «Δέξαι τὸ πνεῦμά μου»· οὐκέτι γὰρ εἰς ᾅδου κλαυθμῶνος αἱ ψυχαὶ τῶν δικαίων εἰσέρχονται· οὐκέτι τὰ ζοφερὰ τοῦ θανάτου χωρία τὰ τῶν ζώντων παραλαμβάνει πνεύματα. Μετὰ σὲ τῶν ζώντων ἀπαρχὴν καὶ νεκρῶν ἅμα γενόμενον, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃς, ὅλων θαρρεῖ τῶν νεκρῶν, οὐκ ἔξω λόγου, τὸ φύραμα. «Δέξαι τοίνυν τὸ πνεῦμά μου.» Μὴ συχωρήσῃς τὸ σὸν στρουθίον λοχῆσαι τοῖς θηρεύουσι μηδὲ τοῖς συναντῶσιν ἐν πύλαις ἐχθροῖς τὴν ἐμὴν ἀπὸ τῆς γῆς ἀποδημίαν λυμαίνεσθαι μηδὲ θορυβῆσαί μοι τὴν εἰς οὐρανοὺς ἄνοδον.