In sanctum Stephanum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1
Ἀλλὰ ταύτην μὲν ὑπὲρ ἑαυτοῦ τὴν προσευχήν, ἑτέραν δὲ πάλιν ὑπὲρ τοῦ λαοῦ τῶν Ἰουδαίων ἔθυεν· «Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.» Καὶ τοῦτό ἐστιν· οὐ γὰρ εἶπεν· «Μὴ λογίσῃ αὐτοῖς», ἀλλὰ «Μὴ στήσῃς», ἦ πάντως ἵνα ζυγοστάτην ἀκριβῆ μάθῃς εἶναι τὸν κριτὴν τὸν ἡμέτερον, ἑκάστῳ τὰς πράξεις ἐν τῷ καιρῷ τοῦ κριτηρίου σταθμίζοντα. Εἰ γὰρ «ἔστησεν τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ», πῶς οὐ πολὺ μᾶλλον ταλαντεύει τὰ ἡμέτερα εἴτε πταίσματα μὲν οὖν εἴτε κατορθώματα; «Μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.» Μὴ ἀναγάγῃς αὐτὴν εἰς τὸν ζυγὸν τῆς κρίσεως· μὴ βαρήσῃς ἐξ ἐμοῦ τοὺς ἀφ' ἑαυτῶν βεβαρημένους· μηδὲ ἡ ἐμὴ εὐλογία ἑτέροις γένηται κατάρας ἀφορμή, μὴ τὸ ἐμὸν κέρδος ζημίας τοῖς Ἰουδαίοις πρόξενον.