In sanctum Stephanum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1
Οὐ βούλομαι τὴν ἐμὴν θυσίαν βλάβος γενέσθαι τοῖς θύουσιν. Εἰ γὰρ καὶ πονηρῷ θύουσιν λογισμῷ, ἀλλ' ὅμως αἰσχύνομαι τούτους, οἵτινες ἀφορμὴ καὶ παρὰ γνώμην ἐμοὶ τῆς πρὸς σὲ παρουσίας, τῆς τῶν οὐρανῶν βασιλείας, τῆς ἀπαλλαγῆς τοῦ πηλοῦ, τῆς ἄνω μεταθέσεως, μαρτυρίου νίκης, ὁμολογίας τῆς εἰς σὲ καὶ παρὰ σοῦ. Σὴ γάρ ἐστιν πρὸς ἡμᾶς φωνή, ᾗ προτραπεὶς ἐμαυτὸν ἑτοίμως εἰς θυσίαν ἐπέδωκα, καὶ τὸ αἷμα καθάπερ εἰς κρατῆρα διὰ τῆς ὁμολογίας εἰς τὰς σὰς χεῖρας ἐκένωσα· «Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.» Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.