In sanctum Stephanum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
Χηρῶν ἦν λειτουργός, ἀλλὰ τῶν ἐκκλησιῶν αὐτὸς ἑαυτὸν χειροτονήσας γίνεται· ὄψα εἰσφέρειν ταχθείς, ἀντεισφέρει τὰ δόγματα. Εἰς θυσιαστήρια τὰς τραπέζας μετέβαλεν· τοῖς ἐξ οὐρανῶν ἄρτοις, οὐ τοῖς ἐκ γῆς ἐκέχρητο. Τὸν κρατῆρα τῆς μέ θης μετέθηκεν εἰς φιάλας τῆς χάριτος· ἀντὶ τοῦ οἴνου τὸ πνεῦμα ἐκίρνα, ἀντὶ ὕδατος αἰσθητοῦ τὸ μυστικὸν καὶ νοητὸν προεβάλλετο.