Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum Stephanum
HesychiusStep 6 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Πολὺς ἦν καὶ λέγων καὶ πράττων, διδάσκων καὶ θαυ ματουργῶν, Ἰουδαίους ἐλέγχων, ἀπελαύνων τοὺς δαίμονας, ὁμοῦ τοῦ σώματος καὶ τῆς ψυχῆς τὰς ἀρρωστίας ἰώμενος. Ἤνοιγεν τὸ στόμα, καὶ πᾶσαν ἀκοὴν ἐθήρα· ἐκίνει τὴν γλῶττα, καὶ ὁ θάνατος ἔφευγεν, τὸ ψεῦδος ἐδεσμεῖτο, ἡ ἀγάπη προέκοπτεν. Ἀμνὸς ὤν, ὑπὲρ τοῦ ποιμένος πρὸς τοὺς λύκους ἐμάχετο· πε ριστερὰ τυγχάνων, ὑπέταττε τῷ ἀετῷ τοὺς δράκοντας. Ἀγγέλου χαρακτῆρα παρεῖχε σιωπῶν τοῖς δικάζουσι. Ἐγέλα, κυκλοῦντας τοὺς συκοφάντας ὁρῶν· καὶ τοὺς ψευδεῖς θεωρῶν παρ ισταμένους μάρτυρας, ταῦτα πρὸς ἑαυτὸν ἐκ τῆς τοῦ Δαυὶδ κιθαρῳδίας ἔλεγεν· «Βέλη νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐ τῶν.» Ὅσα γὰρ ἂν ὁ συκοφάντης τοξεύσῃ, ὁ τῆς ἀληθείας ἐργά της οὐ τιτρώσκεται· ὅσα βέλη ὁ πονηρὸς ἀφίησιν, μάτην κινεῖται καὶ πέμπεται· οὐ κεντεῖ γὰρ τὸν εὐθῆ, οὐ πλήττει τὸν ἄκα κον, οὐ δάκνει τὸν ἀκέραιον.

Intertext edge

Open linked passage

Note