In sanctum Stephanum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
Τί δαὶ καὶ τῆς συκοφαντίας τὸ εἶδος ἐτύγχανεν; «Ὁ ἄν θρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου.» «Ὁ ἄνθρωπος οὗτος.» Ποῖος; «Ὁ τὰ ὑπὲρ ἄνθρωπον σημεῖα θαυματουργῶν καὶ τέρατα· ὁ τῆς σοφίας τὴν πηγὴν ἀντλήσας ὅλην· ὁ κενώσας εἰς ἑαυτὸν τὰ ταμεῖα τῆς χάριτος· ὁ δυνάμεις ποιῶν, ἃς ἡμεῖς καρτερεῖν οὐ δυ νάμεθα· οὗ πρὸς τὸν ζῆλον καὶ πρὸς τὸν φθόνον τετήκαμεν· ᾧ κωφὸς ὑπακούει καλούμενος· καὶ τυφλὸς βλέπει πρὸς αὐ τόν, παρ' αὐτοῦ λαβὼν ὄμματα· καὶ χωλὸς αἰτεῖ πόδας, ἀπὸ τῆς τούτου γλώττης καὶ χεῖρας δανεισάμενος· δι' ὃν ἐκενώθη τὰ τῶν ἀρρώστων κλινίδια, δι' ὃν ὑγιαινόντων καὶ νοσούντων οὐκ ἔστιν διαφορά, δι' ὃν οἱ λεπροὶ τοῦ πάθους ἐπελήσθησαν, δι' ὃν οὐκ ἔστιν τῶν ἰατρῶν χρεία, δι' ὃν περιττὰ τὰ τριβόμενα φάρμακα.»