In sanctum Stephanum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
«Οὗτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου.» Ποῖα δὴ ταῦτα; «Ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωυ σῆς.» Εἰκότως ψευδεῖς μάρτυρες καὶ συκοφάνται λέγεσθε, ὅτι τὴν ἀλήθειαν ὡς οὐκ ἀλήθειαν φθέγγεσθε, ὅτι βλασφημίας τοῦ θεοῦ τὰς παρ' αὐτοῦ καὶ περὶ αὐτοῦ προφητείας ὀνομάζετε, καὶ ἀθέτησιν εἶναι τοῦ νόμου νομίζετε ἅπερ αὐτὸς ἠπεί λησεν ἐκβησόμενα.