Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
On Theophania
Hippolytus of RomeOn Theophani 10 · textus-receptusMore by Hippolytus of Rome
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hippolytus-of-rome" aria-label="More works by Hippolytus of Rome"> —
⋯
More
Original / primary: Textus receptus
10.1
δεῦρο τοίνυν, ἀναγεννήθητι, ἄνθρωπε, εἰς υἱοθεσίαν θεοῦ. καὶ πῶς; φησίν. ἐὰν μηκέτι μοιχεύσῃς μηδὲ φονεύσῃς μηδὲ εἰδωλολατρεύσῃς, ἐὰν μὴ κρατηθῇς ὑφ' ἡδονῆς, ἐὰν μὴ πάθος ὑπερηφανίας κυριεύσῃ σου, ἐὰν ἀποξέσῃς τὸν ῥύπον τῆς ἀκαθαρσίας καὶ ἀπορρίψῃς τὸ φορτίον τῆς ἁμαρτίας, ἐὰν ἀποδύσῃ τὴν πανοπλίαν τοῦ διαβόλου καὶ” ἐνδύσῃ τὸν θώρακα τῆς πίστεως”, καθώς φησιν Ἡσαΐας„ λούσασθε καὶ καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν καρδιῶν ὑμῶν: μάθετε καλὸν ποιεῖν: ἐκζητήσατε κρίσιν: ῥύσασθε ἀδικούμενον: κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν. καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει κύριος. καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ: ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. καὶ ἐὰν θέλητε καὶ τῆς φωνῆς μου ἀκούσητε, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε„. εἶδες, ἀγαπητέ, πῶς προεῖπεν ὁ προφήτης τὸ τοῦ βαπτίσματος καθάρσιον. ὁ γὰρ καταβαίνων μετὰ πίστεως εἰς τὸ τῆς ἀναγεννήσεως λουτρὸν ἀποτάσσεται τῷ πονηρῷ, συντάσσεται δὲ τῷ Χριστῷ: ἀπαρνεῖται τὸν ἐχθρόν, ὁμολογεῖ δὲ τὸ θεὸν εἶναι τὸν Χριστόν: ἀποδύεται τὴν δουλείαν, ἐνδύεται δὲ τὴν υἱοθεσίαν: ἀνέρχεται ἀπὸ τοῦ βαπτίσματος” λαμπρὸς ὡς ὁ ἥλιος”, ἀπαστράπτων τὰς τῆς δικαιοσύνης ἀκτῖνας. τὸ δὲ μέγιστον, ἄνεισιν υἱὸς θεοῦ καὶ συγκληρονόμος Χριστοῦ. αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. ἀμήν.

Intertext edge

Open linked passage

Note