Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
On Theophania
Hippolytus of RomeOn Theophani 1 · textus-receptusMore by Hippolytus of Rome
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hippolytus-of-rome" aria-label="More works by Hippolytus of Rome"> —
⋯
More
Original / primary: Textus receptus
1.1
Πάντα μὲν καλά, καὶ καλὰ λίαν τὰ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν δημιουργήματα, ὅσα τε ὀφθαλμὸς ὁρᾷ καὶ ὅσα ψυχὴ διανοεῖται, ὅσα τε λόγος ἑρμηνεύει καὶ ὅσα χεὶρ περιστρέφει, ὅσα ἡ διάνοια περιέχει καὶ ὅσα ἡ ἀνθρωπότης καταλαμβάνει. τί γὰρ τοῦ οὐρανίου δίσκου πολυμορφώτερον κάλλος; τί δὲ τοῦ ἐπιγείου χωρίου πολυανθέστερον εἶδος; τί δὲ τοῦ ἡλιακοῦ ἅρματος ὀξυτικώτερον εἰς δρόμον; τί δὲ τοῦ σεληνιακοῦ στοιχείου χαριέστερον ζεῦγος; τί δὲ τοῦ πολυπηγήτου τῶν ἄστρων μουσείου ἀξιαγαστότερον ἔργον; τί δὲ τῶν ἐπιτηδείων ἀνέμων πλουσιώτερον εἰς πρόσοδον; τί δὲ τοῦ ἡμερινοῦ φωτὸς ἀκηλιδωτότερον ἔσοπτρον; τί δὲ τοῦ ἀνθρώπου ἐντιμότερον ζῷον; πάντα μὲν οὖν καλὰ λίαν τὰ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν δημιουργήματα. τί δὲ καὶ τῆς τοῦ ὕδατος φύσεως ἀναγκαιότερον χάρισμα; πάντα γὰρ τοῖς ὕδασι καὶ λούεται καὶ τρέφεται καὶ καθαίρεται καὶ ἀρδεύεται. ὕδωρ τὴν γῆν βαστάζει, ὕδωρ τὴν δρόσον τίκτει, τὴν ἄμπελον ἱλαρύνει. ὕδωρ τὸν στάχυν τελεσφορεῖ, ὕδωρ τὸν βότρυν ἀπομφακίζει, ὕδωρ ἔλαιον ἁπαλύνει, ὕδωρ τὸν φοίνικα γλυκαίνει, ὕδωρ τὸ ῥόδον ἐρυθραίνει καὶ τὸ ἴον ἀνθίζει, ὕδωρ τὸ κρίνον λαμπροῖς τοῖς κάλυξι τρέφει. καὶ τί μακρολογῶ; ἄνευ τῆς τῶν ὑδάτων φύσεως οὐδὲν τῶν παρόντων συνίσταται. οὕτως ἡ τῶν ὑδάτων φύσις ἀναγκαία, ὅτι τὰ μὲν ἄλλα στοιχεῖα ὑπὸ τῶν καμαρωδεστάτων οὐρανῶν τὴν οἴκησιν ἔλαβεν, ἡ δὲ τῶν ὑδάτων φύσις καὶ ἐπάνω τῶν οὐρανῶν τὴν μονὴν ἐδέξατο. καὶ τούτου μάρτυς αὐτὸς ὁ προφήτης βοῶν” αἰνεῖτε τὸν κύριον, οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὰ ὕδατα τὰ ἐπάνω τῶν οὐρανῶν αἰνεσάτωσαν τὸ ὄνομα κυρίου”.

Intertext edge

Open linked passage

Note