On Theophania
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hippolytus-of-rome" aria-label="More works by Hippolytus of Rome">
—
⋯
Original / primary: Textus receptus
2.1
οὐ μόνον δὲ τοῦτο τὴν ἀξιοπιστίαν τοῦ ὕδατος παρίστησιν, ἀλλὰ καὶ τὸ πάντων αἰδεσιμώτερον, ὅτι ὁ πάντων δημιουργὸς Χριστὸς ὡς ὑετὸς κατῆλθε καὶ ὡς πηγὴ ἐγνώσθη καὶ ὡς ποταμὸς διεδόθη καὶ ἐν τῷ Ἰορδάνῃ ἐβαπτίσθη. ἤκουες γὰρ ἀρτίως, πῶς ἐλθὼν ὁ Ἰησοῦς πρὸς τὸν Ἰωάννην ἐν τῷ Ἰορδάνῃ ἐβαπτίσθη ὑπ' αὐτοῦ. ὦ παραδόξων πραγμάτων: πῶς ὁ ἀπερίγραπτος„ ποταμὸς ὁ εὐφραίνων τὴν πόλιν τοῦ θεοῦ„ ἐν ὀλίγῳ ὕδατι ἐλούετο, ἡ ἀκατάληπτος πηγὴ ἡ ζωὴν βλαστάνουσα πᾶσιν ἀνθρώποις καὶ τέλος μὴ ἔχουσα ὑπὸ πενιχρῶν καὶ προσκαίρων ὑδάτων ἐκαλύπτετο. ὁ πάντη παρὼν καὶ μηδαμοῦ ἀπολιμπανόμενος, ὁ ἀκατάληπτος ἀγγέλοις καὶ ἀόρατος ἀνθρώποις ἐπὶ τὸ βάπτισμα ἔρχεται, ὡς ηὐδόκησεν. ταῦτα ἀκούων, ἀγαπητέ, μὴ φυσικῶς ἐκλάμβανε τὰ λεγόμενα, ἀλλ' οἰκονομικῶς δέχου τὰ παρατιθέμενα, διὸ καὶ ὁ κύριος τῇ φιλανθρωπίᾳ τῆς συγκαταβάσεως οὐκ ἔλαθε τὴν τῶν ὑδάτων φύσιν, ὅπερ ἐποίησεν ἐν κρυφῇ.” εἶδον γὰρ αὐτὸν τὰ ὕδατα καὶ ἐφοβήθησαν”, ἐξέστησαν μικροῦ δεῖν καὶ τῆς ὁροθεσίας ἀπέφυγον: ὅθεν ὁ προφήτης ἐκ πολλῶν τῶν χρόνων τοῦτο θεωρήσας ἐπερωτᾷ λέγων„ τί σοί ἐστιν, θάλασσα, ὅτι ἔφυγες; καὶ σύ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;„ αὐτὰ δὲ ἀποκριθέντα εἶπον Τὸν πάντων κτιστὴν ἐν” μορφῇ δούλου” εἴδομεν καὶ τὸ μυστήριον τῆς οἰκονομίας ἀγνοήσαντες ἀπὸ τῆς δειλίας ἐλαυνόμεθα,