On Theophania
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hippolytus-of-rome" aria-label="More works by Hippolytus of Rome">
—
⋯
Original / primary: Textus receptus
3.1
νῦν δὲ γνόντες τὴν οἰκονομίαν προσκυνοῦμεν αὐτοῦ τὴν εὐσπλαγχνίαν, ὅτι παραγέγονε σῶσαι καὶ οὐ κρῖναι τὴν οἰκουμένην. ὅθεν Ἰωάννης ὁ τοῦ κυρίου πρόδρομος ἀγνοήσας τοῦτο τὸ μυστήριον καὶ μαθὼν ὅτι ἀληθῶς ὁ κύριός ἐστιν, ἐβόα λέγων τοῖς ἀπερχομένοις ὑπ' αὐτοῦ βαπτισθῆναι„ γεννήματα ἐχιδνῶν„, τί μοι σφοδρῶς ἀτενίζετε;” οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός”: ὑπηρέτης εἰμὶ καὶ οὐκ αὐθέντης: ἰδιώτης εἰμί, οὐ βασιλεύς: πρόβατόν εἰμι, οὐ ποιμήν: ἄνθρωπός εἰμι, οὐ θεός: στείρωσιν ἔλυσα μητρὸς γεννηθείς, οὐ παρθενίαν ἐστείρωσα: ἐκ τῶν κάτωθεν ἀνεδόθην, ἐκ τῶν ἄνωθεν οὐ κατῆλθον: πατρικὴν ἔδησα γλῶσσαν, οὐ θεϊκὴν ἥπλωσα χάριν: ὑπὸ μητρὸς ἐγνώσθην, ὑπὸ ἀστέρος δὲ οὐκ ἐμηνύθην: ἐγὼ εὐτελὴς καὶ ἐλάχιστος,„ ἔρχεται δὲ ὀπίσω μου ὃς ἔμπροσθέν μου ἐστίν„, ὀπίσω διὰ τὸν χρόνον, ἔμπροσθεν διὰ τὸ ἀπρόσιτον καὶ ἀνέκφραστον τῆς θεότητος φῶς.” ἔρχεται ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι, αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί”. ἐγὼ ὑπεξούσιος, αὐτὸς δὲ αὐτεξούσιος: ἐγὼ ἁμαρτιῶν ἔνοχος, αὐτὸς δὲ ἁμαρτιῶν ἀφαιρετής: ἐγὼ τὸν νόμον παράπτω, αὐτὸς δὲ τὴν χάριν φωταγωγεῖ: ἐγὼ ὡς δοῦλος κατηχῶν, αὐτὸς δὲ ὡς δεσπότης κρίνων: ἐγὼ τὸ ἔδαφος κλίνην ἔχω, αὐτὸς τὸν οὐρανὸν ἔχει: ἐγὼ μετανοίας βαπτίζω βάπτισμα, αὐτὸς δὲ υἱοθεσίας δωρεῖται χάρισμα.„ αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί„. τί ἐμοὶ προσανέχετε;” οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός”.