Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
On Theophania
Hippolytus of RomeOn Theophani 4 · textus-receptusMore by Hippolytus of Rome
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hippolytus-of-rome" aria-label="More works by Hippolytus of Rome"> —
⋯
More
Original / primary: Textus receptus
4.1
ταῦτα τοῦ Ἰωάννου πρὸς τὸν ὄχλον λέγοντος καὶ τοῦ λαοῦ παραδοκοῦντος ξένον τι θέαμα τοῖς σωματικοῖς ὀφθαλμοῖς θεάσασθαι καὶ τοῦ διαβόλου καταπληττομένου ἐπὶ τῇ τοσαύτῃ τοῦ Ἰωάννου μαρτυρίᾳ, ἰδοὺ ὁ κύριος παραγίνεται λιτός, μόνος, γυμνός, ἀπροστάτευτος, ἔνδυμα ἔχων τὸ ἀνθρώπινον σῶμα, κρύπτων δὲ τὸ τῆς θεότητος ἀξίωμα, ἵνα λάθῃ τοῦ δράκοντος τὸ πανούργευμα. καὶ οὐ μόνον ὡς κύριος ἐκτὸς τῆς βασιλικῆς δορυφορίας πρὸς τὸν Ἰωάννην παραγέγονεν, ἀλλὰ καὶ ὡς ἄνθρωπος λιτὸς καὶ ὑπόχρεως ἁμαρτιῶν ἔκλινε τὴν κεφαλὴν αὐτοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου. ὅθεν ὁ Ἰωάννης θεασάμενος τὴν τοσαύτην ταπεινοφροσύνην θαμβηθεὶς ἐπὶ τῷ πράγματι ἤρξατο διακωλύειν αὐτὸν λέγων, καθὼς ἀρτίως ἠκούσατε,„ ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ;„ τί ποιεῖς, ὦ δέσποτα; ἀκανόνιστα δογματίζεις. ἄλλα κατήγγειλα καὶ ἄλλα μετέρχῃ. ἄλλα ἤκουσεν ὁ διάβολος καὶ ἄλλα κατανοεῖ. βάπτισόν με τῷ πυρὶ τῆς θεότητος: τί περιμένεις τὸ ὕδωρ; φώτισον τῷ πνεύματι: τί προσανέχεις τῷ κτίσματι; βάπτισόν με τὸν βαπτιστήν, ἵνα γνωσθῇ σου ἡ ὑπεροχή. ἐγώ, δέσποτα, μετανοίας βαπτίζω βάπτισμα καὶ τοὺς προσερχομένους πρὸς μὲ ἀμήχανον βαπτίσαι, ἐὰν μὴ τὰς ἁμαρτίας αὐτῶν ἐξομολογήσωνται. κείσθω ὅτι βαπτίζω σε, τί ἔχεις ἐξομολογήσασθαι; ἁμαρτιῶν ἀφαιρετὴς ὑπάρχεις καὶ τὸ τῆς μετανοίας θέλεις βαπτισθῆναι βάπτισμα; εἰ καὶ ἐγώ σε τολμήσω βαπτίσαι, ὁ Ἰορδάνης οὐ τολμᾷ πλησιάσαι.” ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι καὶ σὺ ἔρχῃ πρὸς μέ;”

Intertext edge

Open linked passage

Note