Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
On Theophania
Hippolytus of RomeOn Theophani 5 · textus-receptusMore by Hippolytus of Rome
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hippolytus-of-rome" aria-label="More works by Hippolytus of Rome"> —
⋯
More
Original / primary: Textus receptus
5.1
τί οὖν ὁ κύριος πρὸς αὐτόν;„ ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην„.” ἄφες ἄρτι”, Ἰωάννη, οὐκ εἶ μου σοφώτερος. σὺ ὡς ἄνθρωπος βλέπεις, ἐγὼ ὡς θεὸς προγινώσκω. πρῶτόν με δεῖ ποιῆσαι καὶ οὕτω διδάξαι. οὐδὲν ἀπρεπὲς μετέρχομαι, εὐπρέπειαν γὰρ περιβέβλημαι. θαυμάζεις, ὦ Ἰωάννη, ὅτι οὐκ ἦλθον μετὰ τοῦ ἀξιώματός μου; ἰδιώτῃ μὲν γὰρ οὐ πρέπει βασιλικὴ ἁλουργίς, βασιλεῖ δὲ πρέπει στρατιωτικὸν σχῆμα. πρὸς τύραννον ἦλθον, μὴ γὰρ πρὸς φίλον;„ ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἡμῖν ἐστιν πληρῶσαι πᾶσαν δικαιοσύνην„. πληρωτής εἰμι νόμου, οὐδὲν βούλομαι ἐλλιπὲς καταλεῖψαι εἰς πᾶν τὸ πλήρωμα, ἵνα μετ' ἐμὲ βοήσῃ ὁ Παῦλος” πλήρωμα νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι”.„ ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἡμῖν ἐστιν πληρῶσαι πᾶσαν δικαιοσύνην„. βάπτισόν με, Ἰωάννη, ἵνα μηδεὶς βαπτίσματος καταφρονήσῃ. ὑπὸ σοῦ τοῦ δούλου βαπτίζομαι, ἵνα μηδεὶς βασιλέων ἢ ὑπερεχόντων διαπτύσῃ ὑπὸ πενιχροῦ ἱερέως βαπτισθῆναι. ἄφες ἐν τῷ Ἰορδάνῃ κατέλθω, ἵνα ἀκούσωσι τὴν πατρῴαν μαρτυρίαν καὶ ἐπιγνώσωνται τὴν τοῦ υἱοῦ δύναμιν.” ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἡμῖν ἐστιν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε λοιπὸν ἀφίησιν αὐτὸν ὁ Ἰωάννης. καὶ βαπτισθεὶς ὁ Ἰησοῦς εὐθέως ἀνέβη ἀπὸ τοῦ ὕδατος καὶ ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ ἰδοὺ τὸ πνεῦμα τοῦ θεοῦ κατέρχεται ἐν εἴδει περιστερᾶς καὶ ἔμεινεν ἐπ' αὐτὸν καὶ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα”.

Intertext edge

Open linked passage

Note