On Theophania
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hippolytus-of-rome" aria-label="More works by Hippolytus of Rome">
—
⋯
Original / primary: Textus receptus
6.1
εἶδες, ἀγαπητέ, πόσων καὶ πηλίκων ἀγαθῶν ἐμέλλομεν ζημιοῦσθαι, εἰ εἶξεν ὁ κύριος τῇ τοῦ Ἰωάννου παρακλήσει καὶ παρῃτήσατο τὸ βάπτισμα. κεκλεισμένοι γὰρ ἦσαν πρὸ τούτου οἱ οὐρανοί, ἄβατον ἦν τὸ ἄνω χωρίον. ἐν τοῖς κάτω κατῄειμεν, ἐν τοῖς ἄνω δὲ οὐκ ἀνῄειμεν. μόνον δὲ ὁ δεσπότης ἐβαπτίσθη καὶ„ τὸν παλαιὸν ἄνθρωπον ἀνεκαίνισεν„ καὶ τὰ σκῆπτρα τῆς υἱοθεσίας αὐτῷ πάλιν ἐπίστευσεν.” εὐθέως γὰρ ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοί”. διαλλαγὴ γέγονε τῶν ὁρατῶν πρὸς τὰ ἀόρατα, ἐχαροποιήθησαν τὰ οὐράνια τάγματα, ἰάθη τὰ ἐπίγεια νοσήματα, ἐγνώσθη τὰ ἀπόρρητα πράγματα, ἐφιλιώθη τὰ ἐχθραίνοντα. ἤκουες γὰρ τοῦ εὐαγγελιστοῦ λέγοντος„ ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοί„. τριῶν παραδόξων πραγμάτων χάριν. τοῦ γὰρ νυμφίου Χριστοῦ βαπτιζομένου ἔδει τὸν οὐράνιον θάλαμον τὰς λαμπροφόρους ἀνοῖξαι πύλας. ὡσαύτως δὲ καὶ τοῦ ἁγίου πνεύματος ἐν εἴδει περιστερᾶς κατιόντος καὶ τῆς πατρῴας φωνῆς πανταχοῦ διαδιδομένης, ἔδει τὰς ἐπουρανίους πύλας ἐπηρμένας ὑπάρχειν.” καὶ ἰδοὺ ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ καὶ φωνὴ ἐγένετο λέγουσα Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα”.