On Theophania
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hippolytus-of-rome" aria-label="More works by Hippolytus of Rome">
—
⋯
Original / primary: Textus receptus
7.1
ἀγαπητὸς ἀγάπην γεννᾷ καὶ φῶς ἄϋλον„ φῶς ἀπρόσιτον„.” οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς”, ὁ κάτω ἐπιφανεὶς καὶ τῶν πατρῴων κόλπων μὴ χωρισθείς. ἐπεφάνη, οὐκ ἐφάνη. ἄλλο γὰρ τὸ φανῆναι, ἐπειδὴ πρὸς τὸ φαινόμενον ὁ βαπτίζων τοῦ βαπτιζομένου προέχει. τούτου ἕνεκεν ὁ πατὴρ οὐρανόθεν τὸ ἅγιον πνεῦμα ἐπὶ τὸν βαπτιζόμενον κατέπεμπεν. ὥσπερ γὰρ ἐν τῇ κιβωτῷ τοῦ Νῶε διὰ περιστερᾶς μηνύεται„ ἡ φιλανθρωπία τοῦ θεοῦ„, οὕτω καὶ νῦν τὸ ἐν εἴδει περιστερᾶς κατελθὸν πνεῦμα ὡς καρπὸν ἐλαίας βαστάσαν ἐπὶ τὸν μαρτυρούμενον κατέστη. διὰ τί; ἵνα καὶ τῆς πατρῴας φωνῆς τὸ βέβαιον γνωρισθῇ καὶ ἡ προφητικὴ πρόρρησις ἐκ πολλῶν τῶν χρόνων πιστωθῇ. ποία ταύτη;” φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ θεὸς τῆς δόξης ἐβρόντησεν, κύριος ἐπὶ ὑδάτων πολλῶν”. ποία φωνή;„ οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα„. οὗτός ἐστιν ὁ τοῦ Ἰωσὴφ ὀνομαζόμενος υἱός, καὶ ἐμὸς μονογενὴς κατὰ τὴν θεϊκὴν οὐσίαν.” οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός”, ὁ πεινῶν καὶ τρέφων μυριάδας, καὶ κοπιῶν καὶ ἀναπαύων τοὺς κοπιῶντας, ὁ μὴ ἔχων ποῦ τὴν κεφαλὴν κλῖναι καὶ πάντα ἐν τῇ χειρὶ βαστάζων, ὁ πάσχων καὶ τὰ πάθη ἰώμενος, ὁ ῥαπιζόμενος καὶ ἐλευθερίαν τῷ κόσμῳ δωρούμενος, ὁ τὴν πλευρὰν νυττόμενος καὶ τὴν πλευρὰν τοῦ Ἀδὰμ διορθούμενος.