On Theophania
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hippolytus-of-rome" aria-label="More works by Hippolytus of Rome">
—
⋯
Original / primary: Textus receptus
8.1
ἀλλὰ συντείνατέ μοι τὸν νοῦν, παρακαλῶ, μετὰ ἀκριβείας: βούλομαι γὰρ ἐπὶ τὴν πηγὴν τῆς ζωῆς ἀναδραμεῖν καὶ θεάσασθαι τὴν πηγὴν τῶν ἰαμάτων πηγάζουσαν. ὁ τῆς ἀθανασίας πατὴρ τὸν ἀθάνατον υἱὸν καὶ λόγον ἀπέστειλεν εἰς τὸν κόσμον, ὃς ἀφικόμενος εἰς τὸν ἄνθρωπον λούσασθαι ὕδατι καὶ πνεύματι, καὶ ἀναγεννήσας πρὸς ἀφθαρσίαν ψυχῆς τε καὶ σώματος, ἐνεφύσησεν ἡμῖν πνεῦμα ζωῆς, περιαμφιάσας ἡμᾶς ἀφθάρτῳ πανοπλίᾳ. εἰ οὖν ἀθάνατος γέγονεν ὁ ἄνθρωπος, ἔσται καὶ θεός. εἰ δὲ θεὸς δι' ὕδατος καὶ πνεύματος ἁγίου μετὰ τὴν τῆς κολυμβήθρας ἀναγέννησιν γίνεται, εὑρίσκεται καὶ συγκληρονόμος Χριστοῦ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν. διὸ κηρύσσω λέγων Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν ἐπὶ τὴν τοῦ βαπτίσματος ἀθανασίαν: ζωὴν ὑμῖν εὐαγγελίζομαι τοῖς ἐν τῷ ζόφῳ τῆς ἀγνωσίας ἐνδιατρίβουσιν: δεῦτε εἰς ἐλευθερίαν ἐκ δουλείας, εἰς βασιλείαν ἐκ τυραννίδος, εἰς ἀφθαρσίαν ἐκ τῆς φθορᾶς. καὶ πῶς, φησίν, ἐλευσόμεθα; πῶς; δι' ὕδατος καὶ ἁγίου πνεύματος. τοῦτο δέ ἐστιν τὸ ὕδωρ τὸ τῷ πνεύματι κοινωνοῦν, δι' οὗ παράδεισος ποτίζεται, δι' οὗ ἡ γῆ πιαίνεται, δι' οὗ φυτὸν αὔξει, δι' οὗ ζῷα τεκνογονεῖ καὶ, ἵνα πάντα συνελὼν εἴπω, δι' οὗ ἀναγεννώμενος ζῳογονεῖται ἄνθρωπος, ἐν ᾧ καὶ ὁ Χριστὸς ἐβαπτίσατο, ἐν ᾧ καὶ τὸ πνεῦμα κατήρχετο ἐν εἴδει περιστερᾶς.